Ancient Greek · ~7 min · Dactylic hexameter
Book 1, lines 1.664-1.705
Apollonius Rhodius, Argonautica 1.664-705
Not analysed yet
ἡμετέρη μὲν νῦν τοίη παρενήνοθε μῆτις·
ὑμέων δʼ εἴ τις ἄρειον ἔπος μητίσεται ἄλλη,
ἐγρέσθω· τοῦ γάρ τε καὶ εἵνεκα δεῦρʼ ἐκάλεσσα.
ὧς ἄρʼ ἔφη, καὶ θῶκον ἐφίζανε πατρὸς ἑοῖο
λάινον· αὐτὰρ ἔπειτα φίλη τροφὸς ὦρτο Πολυξώ,
γήραϊ δὴ ῥικνοῖσιν ἐπισκάζουσα πόδεσσιν,
βάκτρῳ ἐρειδομένη, περὶ δὲ μενέαινʼ ἀγορεῦσαι.
τῇ καὶ παρθενικαὶ πίσυρες σχεδὸν ἑδριόωντο
ἀδμῆτες λευκῇσιν ἐπιχνοαούσῃ ἐθείραις.
στῆ δʼ ἄρʼ ἐνὶ μέσσῃ ἀγορῇ, ἀνὰ δʼ ἔσχεθε δειρὴν
ἦκα μόλις κυφοῖο μεταφρένου, ὧδέ τʼ ἔειπεν·
δῶρα μέν, ὡς αὐτῇ περ ἐφανδάνει Ὑψιπυλείῃ,
πέμπωμεν ξείνοισιν, ἐπεὶ καὶ ἄρειον ὀπάσσαι.
ὔμμι γε μὴν τίς μῆτις ἐπαύρεσθαι βιότοιο,
αἴ κεν ἐπιβρίσῃ Θρήιξ στρατός, ἠέ τις ἄλλος
δυσμενέων, ἅ τε πολλὰ μετʼ ἀνθρώποισι πέλονται;
ὡς καὶ νῦν ὅδʼ ὅμιλος ἀνωίστως ἐφικάνει.
εἰ δὲ τὸ μὲν μακάρων τις ἀποτρέποι, ἄλλα δʼ ὀπίσσω
μυρία δηιοτῆτος ὑπέρτερα πήματα μίμνει,
εὖτʼ ἂν δὴ γεραραὶ μὲν ἀποφθινύθωσι γυναῖκες,
κουρότεραι δʼ ἄγονοι στυγερὸν ποτὶ γῆρας ἵκησθε.
πῶς τῆμος βώσεσθε δυσάμμοροι; ἦε βαθείαις
αὐτόματοι βόες ὔμμιν ἐνιζευχθέντες ἀρούραις
γειοτόμον νειοῖο διειρύσσουσιν ἄροτρον,
καὶ πρόκα τελλομένου ἔτεος στάχυν ἀμήσονται;
ἦ μὲν ἐγών, εἰ καί με τὰ νῦν ἔτι πεφρίκασιν
κῆρες, ἐπερχόμενόν που ὀίομαι εἰς ἔτος ἤδη
γαῖαν ἐφέσσεσθαι, κτερέων ἀπὸ μοῖραν ἑλοῦσαν
αὔτως, ἣ θέμις ἐστί, πάρος κακότητα πελάσσαι.
ὁπλοτέρῃσι δὲ πάγχυ τάδε φράζεσθαι ἄνωγα.
νῦν γὰρ δὴ παρὰ ποσσὶν ἐπήβολός ἐστʼ ἀλεωρή,
εἴ κεν ἐπιτρέψητε δόμους καὶ ληίδα πᾶσαν
ὑμετέρην ξείνοισι καὶ ἀγλαὸν ἄστυ μέλεσθαι.
ὧς ἔφατʼ· ἐν δʼ ἀγορὴ πλῆτο θρόου. εὔαδε γάρ σφιν
μῦθος. ἀτὰρ μετὰ τήνγε παρασχεδὸν αὖτις ἀνῶρτο
Ὑψιπύλη, καὶ τοῖον ὑποβλήδην ἔπος ηὔδα·
εἰ μὲν δὴ πάσῃσιν ἐφανδάνει ἥδε μενοινή,
ἤδη κεν μετὰ νῆα καὶ ἄγγελον ὀτρύναιμι.
ἦ ῥα, καὶ Ἰφινόην μετεφώνεεν ἆσσον ἐοῦσαν·
ὄρσο μοι, Ἰφινόη, τοῦδʼ ἀνέρος ἀντιόωσα,
ἡμέτερόνδε μολεῖν, ὅστις στόλου ἡγεμονεύει,
ὄφρα τί οἱ δήμοιο ἔπος θυμῆρες ἐνίσπω·