Ancient Greek · ~7 min · Dactylic hexameter
Book 1, lines 1.706-1.746
Apollonius Rhodius, Argonautica 1.706-746
Not analysed yet
καὶ δʼ αὐτοὺς γαίης τε καὶ ἄστεος, αἴ κʼ ἐθέλωσιν,
κέκλεο θαρσαλέως ἐπιβαινέμεν εὐμενέοντας.
ἦ, καὶ ἔλυσʼ ἀγορήν, μετὰ δʼ εἰς ἑὸν ὦρτο νέεσθαι.
ὧς δὲ καὶ Ἰφινόη Μινύας ἵκεθʼ· οἱ δʼ ἐρέεινον,
χρεῖος ὅ τι φρονέουσα μετήλυθεν. ὦκα δὲ τούσγε
πασσυδίῃ μύθοισι προσέννεπεν ἐξερέοντας·
κούρη τοί μʼ ἐφέηκε Θοαντιὰς ἐνθάδʼ ἰοῦσαν,
Ὑψιπύλη, καλέειν νηὸς πρόμον, ὅστις ὄρωρεν,
ὄφρα τί οἱ δήμοιο ἔπος θυμῆρες ἐνίσπῃ·
καὶ δʼ αὐτοὺς γαίης τε καὶ ἄστεος, αἴ κʼ ἐθέλητε,
κέκλεται αὐτίκα νῦν ἐπιβαινέμεν εὐμενέοντας.
ὧς ἄρʼ ἔφη· πάντεσσι δʼ ἐναίσιμος ἥνδανε μῦθος.
Υψιπύλην δʼ εἴσαντο καταφθιμένοιο Θόαντος
τηλυγέτην γεγαυῖαν ἀνασσέμεν· ὦκα δὲ τόνγε
πέμπον ἴμεν, καὶ δʼ αὐτοὶ ἐπεντύνοντο νέεσθαι.
αὐτὰρ ὅγʼ ἀμφʼ ὤμοισι θεᾶς Τριτωνίδος ἔργον,
δίπλακα πορφυρέην περονήσατο, τήν οἱ ὄπασσεν
Παλλάς, ὅτε πρῶτον δρυόχους ἐπεβάλλετο νηὸς
Ἀργοῦς, καὶ κανόνεσσι δάε ζυγὰ μετρήσασθαι.
τῆς μὲν ῥηίτερόν κεν ἐς ἠέλιον ἀνιόντα
ὄσσε βάλοις, ἢ κεῖνο μεταβλέψειας ἔρευθος.
δὴ γάρ τοι μέσση μὲν ἐρευθήεσσʼ ἐτέτυκτο,
ἄκρα δὲ πορφυρέη πάντῃ πέλεν· ἐν δʼ ἄρʼ ἑκάστῳ
τέρματι δαίδαλα πολλὰ διακριδὸν εὖ ἐπέπαστο.
ἐν μὲν ἔσαν Κύκλωπες ἐπʼ ἀφθίτῳ ἥμενοι ἔργῳ,
Ζηνὶ κεραυνὸν ἄνακτι πονεύμενοι· ὃς τόσον ἤδη
παμφαίνων ἐτέτυκτο, μιῆς δʼ ἔτι δεύετο μοῦνον
ἀκτῖνος, τὴν οἵδε σιδηρείῃς ἐλάασκον
σφύρῃσιν, μαλεροῖο πυρὸς ζείουσαν ἀυτμήν.
ἐν δʼ ἔσαν Ἀντιόπης Ἀσωπίδος υἱέε δοιώ,
Ἀμφίων καὶ Ζῆθος· ἀπύργωτος δʼ ἔτι Θήβη
κεῖτο πέλας, τῆς οἵγε νέον βάλλοντο δομαίους
ἱέμενοι. Ζῆθος μὲν ἐπωμαδὸν ἠέρταζεν
οὔρεος ἠλιβάτοιο κάρη, μογέοντι ἐοικώς·
Ἀμφίων δʼ ἐπί οἱ χρυσέῃ φόρμιγγι λιγαίνων
ἤιε, δὶς τόσση δὲ μετʼ ἴχνια νίσσετο πέτρη
ἑξείης δʼ ἤσκητο βαθυπλόκαμος Κυθέρεια
Ἄρεος ὀχμάζουσα θοὸν σάκος· ἐκ δέ οἱ ὤμου
πῆχυν ἔπι σκαιὸν ξυνοχὴ κεχάλαστο χιτῶνος
νέρθεν ὑπὲκ μαζοῖο· τὸ δʼ ἀντίον ἀτρεκὲς αὔτως
χαλκείῃ δείκηλον ἐν ἀσπίδι φαίνετʼ ἰδέσθαι.