Ancient Greek · ~7 min · Dactylic hexameter
Book 2, lines 2.1009-2.1051
Apollonius Rhodius, Argonautica 2.1009-1051
Not analysed yet
τοὺς δὲ μετʼ αὐτίκʼ ἔπειτα Γενηταίου Διὸς ἄκρην
γνάμψαντες σώοντο παρὲκ Τιβαρηνίδα γαῖαν.
ἔνθʼ ἐπεὶ ἄρ κε τέκωνται ὑπʼ ἀνδράσι τέκνα γυναῖκες,
αὐτοὶ μὲν στενάχουσιν ἐνὶ λεχέεσσι πεσόντες,
κράατα δησάμενοι· ταὶ δʼ εὖ κομέουσιν ἐδωδῇ
ἀνέρας, ἠδὲ λοετρὰ λεχώια τοῖσι πένονται.
ἱρὸν δʼ αὖτʼ ἐπὶ τοῖσιν ὄρος καὶ γαῖαν ἄμειβον,
ᾗ ἔνι Μοσσύνοικοι ἀνʼ οὔρεα ναιετάουσιν
μόσσυνας, καὶ δʼ αὐτοὶ ἐπώνυμοι ἔνθεν ἔασιν.
ἀλλοίη δὲ δίκη καὶ θέσμια τοῖσι τέτυκται.
ὅσσα μὲν ἀμφαδίην ῥέζειν θέμις, ἢ ἐνὶ δήμῳ,
ἢ ἀγορῇ, τάδε πάντα δόμοις ἔνι μηχανόωνται·
ὅσσα δʼ ἐνὶ μεγάροις πεπονήμεθα, κεῖνα θύραζε
ἀψεγέως μέσσῃσιν ἐνὶ ῥέζουσιν ἀγυιαῖς.
οὐδʼ εὐνῆς αἰδὼς ἐπιδήμιος, ἀλλά, σύες ὣς
φορβάδες, οὐδʼ ἠβαιὸν ἀτυζόμενοι παρεόντας,
μίσγονται χαμάδις ξυνῇ φιλότητι γυναικῶν.
αὐτὰρ ἐν ὑψίστῳ βασιλεὺς μόσσυνι θαάσσων
ἰθείας πολέεσσι δίκας λαοῖσι δικάζει,
σχέτλιος. ἢν γάρ πού τί θεμιστεύων ἀλίτηται,
λιμῷ μιν κεῖνʼ ἦμαρ ἐνικλείσαντες ἔχουσιν.
τοὺς παρανισσόμενοι καὶ δὴ σχεδὸν ἀντιπέρηθεν
νήσου Ἀρητιάδος τέμνον πλόον εἰρεσίῃσιν
ἠμάτιοι· λιαρὴ γὰρ ὑπὸ κνέφας ἔλλιπεν αὔρη.
ἤδη καί τινʼ ὕπερθεν Ἀρήιον ἀίσσοντα
ἐνναέτην νήσοιο διʼ ἠέρος ὄρνιν ἴδοντο,
ὅς ῥα τιναξάμενος πτέρυγας κατὰ νῆα θέουσαν
ἧκʼ ἐπί οἱ πτερὸν ὀξύ· τὸ δʼ ἐν λαιῷ πέσεν ὤμῳ
δίου Ὀιλῆος· μεθέηκε δὲ χερσὶν ἐρετμὸν
βλήμενος· οἱ δὲ τάφον πτερόεν βέλος εἰσορόωντες.
καὶ τὸ μὲν ἐξείρυσσε παρεδριόων Ἐρυβώτης,
ἕλκος δὲ ξυνέδησεν, ἀπὸ σφετέρου κολεοῖο
λυσάμενος τελαμῶνα κατήορον· ἐκ δʼ ἐφαάνθη
ἄλλος ἐπὶ προτέρῳ πεποτημένος· ἀλλά μιν ἥρως
Εὐρυτίδης Κλυτίος—πρὸ γὰρ ἀγκύλα τείνατο τόξα,
ἧκε δʼ ἐπʼ οἰωνὸν ταχινὸν βέλος—αὐτὰρ ἔπειτα
πλῆξεν· δινηθεὶς δὲ θοῆς πέσεν ἀγχόθι νηός.
τοῖσιν δʼ Ἀμφιδάμας μυθήσατο, παῖς Ἀλεοῖο·
νῆσος μὲν πέλας ἧμιν Ἀρητιάς· ἴστε καὶ αὐτοὶ
τούσδʼ ὄρνιθας ἰδόντες. ἐγὼ δʼ οὐκ ἔλπομαι ἰοὺς
τόσσον ἐπαρκέσσειν εἰς ἔκβασιν. ἀλλά τινʼ ἄλλην
μῆτιν πορσύνωμεν ἐπίρροθον, εἴ γʼ ἐπικέλσαι
μέλλετε, Φινῆος μεμνημένοι, ὡς ἐπέτελλεν.