Ancient Greek · ~7 min · Dactylic hexameter
Book 2, lines 2.1052-2.1096
Apollonius Rhodius, Argonautica 2.1052-1096
Not analysed yet
οὐδὲ γὰρ Ἡρακλέης, ὁπότʼ ἤλυθεν Ἀρκαδίηνδε,
πλωίδας ὄρνιθας Στυμφαλίδας ἔσθενε λίμνης
ὤσασθαι τόξοισι, τὸ μέν τʼ ἐγὼ αὐτὸς ὄπωπα.
ἀλλʼ ὅγε χαλκείην πλατάγην ἐνὶ χερσὶ τινάσσων
δούπει ἐπὶ σκοπιῆς περιμήκεος· αἱ δʼ ἐφέβοντο
τηλοῦ, ἀτυζηλῷ ὑπὸ δείματι κεκληγυῖαι.
τῶ καὶ νῦν τοίην τινʼ ἐπιφραζώμεθα μῆτιν·
αὐτὸς δʼ ἂν τὸ πάροιθεν ἐπιφρασθεὶς ἐνέποιμι.
ἀνθέμενοι κεφαλῇσιν ἀερσιλόφους τρυφαλείας,
ἡμίσεες μὲν ἐρέσσετʼ ἀμοιβαδίς, ἡμίσεες δὲ
δούρασί τε ξυστοῖσι καὶ ἀσπίσιν ἄρσετε νῆα.
αὐτὰρ πασσυδίῃ περιώσιον ὄρνυτʼ ἀυτὴν
ἀθρόοι, ὄφρα κολῳὸν ἀηθείῃ φοβέωνται
νεύοντάς τε λόφους καὶ ἐπήορα δούραθʼ ὕπερθεν.
εἰ δέ κεν αὐτὴν νῆσον ἱκώμεθα, δὴ τότʼ ἔπειτα
σὺν κελάδῳ σακέεσσι πελώριον ὄρσετε δοῦπον.
ὧς ἄρʼ ἔφη· πάντεσσι δʼ ἐπίρροθος ἥνδανε μῆτις.
ἀμφὶ δὲ χαλκείας κόρυθας κεφαλῇσιν ἔθεντο
δεινὸν λαμπομένας, ἐπὶ δὲ λόφοι ἐσσείοντο
φοινίκεοι. καὶ τοὶ μὲν ἀμοιβήδην ἐλάασκον·
τοὶ δʼ αὖτʼ ἐγχείῃσι καὶ ἀσπίσι νῆʼ ἐκάλυψαν.
ὡς δʼ ὅτε τις κεράμῳ κατερέψεται ἑρκίον ἀνήρ,
δώματος ἀγλαΐην τε καὶ ὑετοῦ ἔμμεναι ἄλκαρ,
ἄλλῳ δʼ ἔμπεδον ἄλλος ὁμῶς ἐπαμοιβὸς ἄρηρεν·
ὧς οἵγʼ ἀσπίσι νῆα συναρτύναντες ἔρεψαν.
οἵη δὲ κλαγγὴ δῄου πέλει ἐξ ὁμάδοιο
ἀνδρῶν κινυμένων, ὁπότε ξυνίωσι φάλαγγες,
τοίη ἄρʼ ὑψόθι νηὸς ἐς ἠέρα κίδνατʼ ἀυτή.
οὐδέ τινʼ οἰωνῶν ἔτʼ ἐσέδρακον, ἀλλʼ ὅτε νήσῳ
χρίμψαντες σακέεσσιν ἐπέκτυπον, αὐτίκʼ ἄρʼ οἵγε
μυρίοι ἔνθα καὶ ἔνθα πεφυζότες ἠερέθοντο.
ὡς δʼ ὁπότε Κρονίδης πυκινὴν ἐφέηκε χάλαζαν
ἐκ νεφέων ἀνά τʼ ἄστυ καὶ οἰκία, τοὶ δʼ ὑπὸ τοῖσιν
ἐνναέται κόναβον τεγέων ὕπερ εἰσαΐοντες
ἧνται ἀκήν, ἐπεὶ οὔ σφε κατέλλαβε χείματος ὥρη
ἀπροφάτως, ἀλλὰ πρὶν ἐκαρτύναντο μέλαθρον·
ὧς πυκινὰ πτερὰ τοῖσιν ἐφίεσαν ἀίσσοντες
ὕψι μάλʼ ἂμ πέλαγος περάτης εἰς οὔρεα γαίης.
τίς γὰρ δὴ Φινῆος ἔην νόος, ἐνθάδε κέλσαι
ἀνδρῶν ἡρώων θεῖον στόλον; ἢ καὶ ἔπειτα
ποῖον ὄνειαρ ἔμελλεν ἐελδομένοισιν ἱκέσθαι;
υἱῆες Φρίξοιο μετὰ πτόλιν Ὀρχομενοῖο
ἐξ Αἴης ἐνέοντο παρʼ Αἰήταο Κυταίου,
Κολχίδα νῆʼ ἐπιβάντες, ἵνʼ ἄσπετον ὄλβον ἄρωνται
πατρός· ὁ γὰρ θνῄσκων ἐπετείλατο τήνδε κέλευθον.