Ancient Greek · ~7 min · Dactylic hexameter
Book 2, lines 2.1183-2.1225
Apollonius Rhodius, Argonautica 2.1183-1225
Not analysed yet
ὧς δὲ καὶ ὑμέας αὖτις ἀπήμονας ἐξεσάωσεν
χείματος οὐλομένοιο. πάρεστι δὲ τῆσδʼ ἐπὶ νηὸς
ἔνθα καὶ ἔνθα νέεσθαι, ὅπῃ φίλον, εἴτε μετʼ Αἶαν,
εἶτε μετʼ ἀφνειὴν θείου πόλιν Ὀρχομενοῖο.
τὴν γὰρ Ἀθηναίη τεχνήσατο, καὶ τάμε χαλκῷ
δούρατα Πηλιάδος κορυφῆς πέρι· σὺν δέ οἱ Ἄργος
τεῦξεν. ἀτὰρ κείνην γε κακὸν διὰ κῦμʼ ἐκέδασσεν,
πρὶν καὶ πετράων σχεδὸν ἐλθεῖν, αἵ τʼ ἐνὶ πόντῳ
στεινωπῷ συνίασι πανήμεροι ἀλλήλῃσιν.
ἀλλʼ ἄγεθʼ ὧδε καὶ αὐτοὶ ἐς Ἑλλάδα μαιομένοισιν
κῶας ἄγειν χρύσειον ἐπίρροθοι ἄμμι πέλεσθε
καὶ πλόου ἡγεμονῆες, ἐπεὶ Φρίξοιο θυηλὰς
στέλλομαι ἀμπλήσων, Ζηνὸς χόλον Αἰολίδῃσιν.
ἴσκε παρηγορέων· οἱ δʼ ἔστυγον εἰσαΐοντες.
οὐ γὰρ ἔφαν τεύξεσθαι ἐνηέος Αἰήταο
κῶας ἄγειν κριοῖο μεμαότας, ὧδε δʼ ἔειπεν
Ἄργος, ἀτεμβόμενος τοῖον στόλον ἀμφιπένεσθαι·
ὦ φίλοι, ἡμέτερον μὲν ὅσον σθένος, οὔποτʼ ἀρωγῆς
σχήσεται, οὐδʼ ἠβαιόν, ὅτε χρειώ τις ἵκηται.
ἀλλʼ αἰνῶς ὀλοῇσιν ἀπηνείῃσιν ἄρηρεν
Αἰήτης· τῶ καὶ περιδείδια ναυτίλλεσθαι.
στεῦται δʼ Ἠελίου γόνος ἔμμεναι· ἀμφὶ δὲ Κόλχων
ἔθνεα ναιετάουσιν ἀπείρονα· καὶ δέ κεν Ἄρει
σμερδαλέην ἐνοπὴν μέγα τε σθένος ἰσοφαρίζοι.
οὐ μὰν οὐδʼ ἀπάνευθεν ἑλεῖν δέρος Αἰήταο
ῥηίδιον, τοῖός μιν ὄφις περί τʼ ἀμφί τʼ ἔρυται
ἀθάνατος καὶ ἄυπνος, ὃν αὐτὴ Γαῖʼ ἀνέφυσεν
Καυκάσου ἐν κνημοῖσι, Τυφαονίη ὅθι πέτρη,
ἔνθα Τυφάονά φασι Διὸς Κρονίδαο κεραυνῷ
βλήμενον, ὁππότε οἱ στιβαρὰς ἐπορέξατο χεῖρας,
θερμὸν ἀπὸ κρατὸς στάξαι φόνον· ἵκετο δʼ αὔτως
οὔρεα καὶ πεδίον Νυσήιον, ἔνθʼ ἔτι νῦν περ
κεῖται ὑποβρύχιος Σερβωνίδος ὕδασι λίμνης.
ὧς ἄρʼ ἔφη· πολέεσσι δʼ ἐπὶ χλόος εἷλε παρειὰς
αὐτίκα, τοῖον ἄεθλον ὅτʼ ἔκλυον. αἶψα δὲ Πηλεὺς
θαρσαλέοις ἐπέεσσιν ἀμείψατο, φώνησέν τε·
μηδʼ οὕτως, ἠθεῖε, λίην δειδίσσεο θυμῷ.
οὔτε γὰρ ὧδʼ ἀλκὴν ἐπιδευόμεθʼ, ὥστε χερείους
ἔμμεναι Αἰήταο σὺν ἔντεσι πειρηθῆναι.
ἀλλὰ καὶ ἡμέας οἴω ἐπισταμένους πολέμοιο
κεῖσε μολεῖν, μακάρων σχεδὸν αἵματος ἐκγεγαῶτας.
τῶ εἰ μὴ φιλότητι δέρος χρύσειον ὀπάσσει,
οὔ οἱ χραισμήσειν ἐπιέλπομαι ἔθνεα Κόλχων.