Ancient Greek · ~7 min · Dactylic hexameter
Book 2, lines 2.1140-2.1182
Apollonius Rhodius, Argonautica 2.1140-1182
Not analysed yet
τὸν δʼ Ἄργος προσέειπεν ἀμηχανέων κακότητι·
Αἰολίδην Φρίξον τινʼ ἀφʼ Ἑλλάδος Αἶαν ἱκέσθαι
ἀτρεκέως δοκέω που ἀκούετε καὶ πάρος αὐτοί,
Φρίξον, ὅτις πτολίεθρον ἀνήλυθεν Αἰήταο,
κριοῦ ἐπεμβεβαώς, τόν ῥα χρύσειον ἔθηκεν
Ἑρμείας· κῶας δὲ καὶ εἰσέτι νῦν κεν ἴδοισθε.
τὸν μὲν ἔπειτʼ ἔρρεξεν ἑῇς ὑποθημοσύνῃσιν
Φυξίῳ ἐκ πάντων Κρονίδῃ Διί. καί μιν ἔδεκτο
Αἰήτης μεγάρῳ, κούρην τέ οἱ ἐγγυάλιξεν
Χαλκιόπην ἀνάεδνον ἐυφροσύνῃσι νόοιο.
τῶν ἐξ ἀμφοτέρων εἰμὲν γένος. ἀλλʼ ὁ μὲν ἤδη
γηραιὸς θάνε Φρίξος ἐν Αἰήταο δόμοισιν·
ἡμεῖς δʼ αὐτίκα πατρὸς ἐφετμάων ἀλέγοντες
νεύμεθʼ ἐς Ὀρχομενὸν κτεάνων Ἀθάμαντος ἕκητι.
εἰ δὲ καὶ οὔνομα δῆθεν ἐπιθύεις δεδαῆσθαι,
τῷδε Κυτίσσωρος πέλει οὔνομα, τῷ δέ τε Φρόντις,
τῷ δὲ Μέλας· ἐμὲ δʼ αὐτὸν ἐπικλείοιτέ κεν Ἄργον.
ὧς φάτʼ· ἀριστῆες δὲ συνηβολίῃ κεχάροντο,
καί σφεας ἀμφίεπον περιθαμβέες. αὐτὰρ Ἰήσων
ἐξαῦτις κατὰ μοῖραν ἀμείψατο τοῖσδʼ ἐπέεσσιν·
ἦ ἄρα δὴ γνωτοὶ πατρώιοι ἄμμιν ἐόντες
λίσσεσθʼ εὐμενέοντας ἐπαρκέσσαι κακότητα.
Κρηθεὺς γάρ ῥʼ Ἀθάμας τε κασίγνητοι γεγάασιν.
Κρηθῆος δʼ υἱωνὸς ἐγὼ σὺν τοισίδʼ ἑταίροις
Ἑλλάδος ἐξ αὐτῆς νέομʼ ἐς πόλιν Αἰήταο.
ἀλλὰ τὰ μὲν καὶ ἐσαῦτις ἐνίφομεν ἀλλήλοισιν.
νῦν δʼ ἕσσασθε πάροιθεν· ὑπʼ ἐννεσίῃσι δʼ ὀίω
ἀθανάτων ἐς χεῖρας ἐμὰς χατέοντας ἱκέσθαι.
ἦ ῥα, καὶ ἐκ νηὸς δῶκέ σφισιν εἵματα δῦναι.
πασσυδίῃ δἤπειτα κίον μετὰ νηὸν Ἄρηος,
μῆλʼ ἱερευσόμενοι· περὶ δʼ ἐσχάρῃ ἐστήσαντο
ἐσσυμένως, ἥ τʼ ἐκτὸς ἀνηρεφέος πέλε νηοῦ
στιάων· εἴσω δὲ μέλας λίθος ἠρήρειστο
ἱερός, ᾧ ποτε πᾶσαι Ἀμαζόνες εὐχετόωντο.
οὐδέ σφιν θέμις ἦεν, ὅτʼ ἀντιπέρηθεν ἵκοιντο,
μήλων τʼ ἠδὲ βοῶν τῇδʼ ἐσχάρῃ ἱερὰ καίειν·
ἀλλʼ ἵππους δαίτρευον, ἐπηετανὸν κομέουσαι.
αὐτὰρ ἐπεὶ ῥέξαντες ἐπαρτέα δαῖτʼ ἐπάσαντο,
δὴ τότ ἄρʼ Αἰσονίδης μετεφώνεεν, ἦρχέ τε μύθων·
Ζεὺς ἐτεῇ τὰ ἕκαστʼ ἐπιδέρκεται· οὐδέ μιν ἄνδρες
λήθομεν ἔμπεδον, οἵ τε θεουδέες οὐδὲ δίκαιοι.
ὡς μὲν γὰρ πατέρʼ ὑμὸν ὑπεξείρυτο φόνοιο
μητρυιῆς, καὶ νόσφιν ἀπειρέσιον πόρεν ὄλβον·