Ancient Greek · ~7 min · Dactylic hexameter
Book 2, lines 2.222-2.261
Apollonius Rhodius, Argonautica 2.222-261
Not analysed yet
πρὸς δʼ ἔτι πικρότατον κρέμαται κακὸν ἄλλο κακοῖσιν.
ἅρπυιαι στόματός μοι ἀφαρπάζουσιν ἐδωδὴν
ἔκποθεν ἀφράστοιο καταΐσσουσαι ὄλεθροι.
ἴσχω δʼ οὔτινα μῆτιν ἐπίρροθον. ἀλλά κε ῥεῖα
αὐτὸς ἑὸν λελάθοιμι νόον δόρποιο μεμηλώς,
ἢ κείνας· ὧδʼ αἶψα διηέριαι ποτέονται.
τυτθὸν δʼ ἢν ἄρα δήποτʼ ἐδητύος ἄμμι λίπωσιν,
πνεῖ τόδε μυδαλέον τε καὶ οὐ τλητὸν μένος ὀδμῆς·
οὔ κέ τις οὐδὲ μίνυνθα βροτῶν ἄνσχοιτο πελάσσας,
οὐδʼ εἴ οἱ ἀδάμαντος ἐληλάμενον κέαρ εἴη.
ἀλλά με πικρὴ δῆτα καὶ ἄατος ἴσχει ἀνάγκη
μίμνειν καὶ μίμνοντα κακῇ ἐνὶ γαστέρι θέσθαι.
τὰς μὲν θέσφατόν ἐστιν ἐρητῦσαι Βορέαο
υἱέας. οὐδʼ ὀθνεῖοι ἀλαλκήσουσιν ἐόντες,
εἰ δὴ ἐγὼν ὁ πρίν ποτʼ ἐπικλυτὸς ἀνδράσι Φινεὺς
ὄλβῳ μαντοσύνῃ τε, πατὴρ δέ με γείνατʼ Ἀγήνωρ·
τῶν δὲ κασιγνήτην, ὅτʼ ἐνὶ Θρῄκεσσιν ἄνασσον,
Κλειοπάτρην ἕδνοισιν ἐμὸν δόμον ἦγον ἄκοιτιν.
Ἴσκεν Ἀγηνορίδης· ἀδινὸν δʼ ἕλε κῆδος ἕκαστον
ἡρώων, πέρι δʼ αὖτε δύω υἷας Βορέαο.
δάκρυ δʼ ὀμορξαμένω σχεδὸν ἤλυθον, ὧδέ τʼ ἔειπεν
Ζήτης, ἀσχαλόωντος ἑλὼν χερὶ χεῖρα γέροντος·
Ἆ δείλʼ, οὔτινά φημι σέθεν σμυγερώτερον ἄλλον
ἔμμεναι ἀνθρώπων. τί νύ τοι τόσα κήδεʼ ἀνῆπται;
ἦ ῥα θεοὺς ὀλοῇσι παρήλιτες ἀφραδίῃσιν
μαντοσύνας δεδαώς; τῶ τοι μέγα μηνιόωσιν;
ἄμμι γε μὴν νόος ἔνδον ἀτύζεται ἱεμένοισιν
χραισμεῖν, εἰ δὴ πρόχνυ γέρας τόδε πάρθετο δαίμων
νῶιν. ἀρίζηλοι γὰρ ἐπιχθονίοισιν ἐνιπαὶ
ἀθανάτων. οὐδʼ ἂν πρὶν ἐρητύσαιμεν ἰούσας
Ἁρπυίας, μάλα περ λελιημένοι, ἔστʼ ἂν ὀμόσσῃς,
μὴ μὲν τοῖό γʼ ἕκητι θεοῖς ἀπὸ θυμοῦ ἔσεσθαι.
ὧς φάτο· τοῦ δʼ ἰθὺς κενεὰς ὁ γεραιὸς ἀνέσχεν
γλήνας ἀμπετάσας, καὶ ἀμείψατο τοῖσδʼ ἐπέεσσιν·
σίγα· μή μοι ταῦτα νόῳ ἔνι βάλλεο, τέκνον.
ἴστω Λητοῦς υἱός, ὅ με πρόφρων ἐδίδαξεν
μαντοσύνας· ἴστω δὲ δυσώνυμος, ἥ μʼ ἔλαχεν, κὴρ
καὶ τόδʼ ἐπʼ ὀφθαλμῶν ἀλαὸν νέφος, οἵ θʼ ὑπένερθεν
δαίμονες, οἳ μηδʼ ὧδε θανόντι περ εὐμενέοιεν,
ὡς οὔ τις θεόθεν χόλος ἔσσεται εἵνεκʼ ἀρωγῆς.