Ancient Greek · ~7 min · Dactylic hexameter
Book 2, lines 2.262-2.303
Apollonius Rhodius, Argonautica 2.262-303
Not analysed yet
τὼ μὲν ἔπειθʼ ὅρκοισιν ἀλαλκέμεναι μενέαινον.
αἶψα δὲ κουρότεροι πεπονήατο δαῖτα γέροντι,
λοίσθιον Ἁρπυίῃσιν ἑλώριον· ἐγγύθι δʼ ἄμφω
στῆσαν, ἵνα ξιφέεσσιν ἐπεσσυμένας ἐλάσειαν.
καὶ δὴ τὰ πρώτισθʼ ὁ γέρων ἔψαυεν ἐδωδῆς·
αἱ δʼ ἄφαρ ἠύτʼ ἄελλαι ἀδευκέες, ἢ στεροπαὶ ὥς,
ἀπρόφατοι νεφέων ἐξάλμεναι ἐσσεύοντο
κλαγγῇ μαιμώωσαι ἐδητύος· οἱ δʼ ἐσιδόντες
ἥρωες μεσσηγὺς ἀνίαχον· αἱ δʼ ἅμʼ ἀυτῇ
πάντα καταβρόξασαι ὑπὲρ πόντοιο φέροντο
τῆλε παρέξ· ὀδμὴ δὲ δυσάσχετος αὖθι λέλειπτο.
τάων δʼ αὖ κατόπισθε δύω υἷες Βορέαο
φάσγανʼ ἐπισχόμενοι ὀπίσω θέον. ἐν γὰρ ἕηκεν
Ζεὺς μένος ἀκάματόν σφιν· ἀτὰρ Διὸς οὔ κεν ἑπέσθην
νόσφιν, ἐπεὶ ζεφύροιο παραΐσσεσκον ἀέλλας
αἰέν. ὅτʼ ἐς Φινῆα καὶ ἐκ Φινῆος ἴοιεν.
ὡς δʼ ὅτʼ ἐνὶ κνημοῖσι κύνες δεδαημένοι ἄγρη;
ἢ αἶγας κεραοὺς ἠὲ πρόκας ἰχνεύοντες
θείωσιν, τυτθὸν δὲ τιταινόμενοι μετόπισθεν
ἄκρῃς ἐν γενύεσσι μάτην ἀράβησαν ὀδόντας·
ὧς Ζήτης Κάλαΐς τε μάλα σχεδὸν ἀίσσοντες
τάων ἀκροτάτῃσιν ἐπέχραον ἤλιθα χερσίν.
καί νύ κε δή σφʼ ἀέκητι θεῶν διεδηλήσαντο
πολλὸν ἑκὰς νήσοισιν ἔπι Πλωτῇσι κιχόντες,
εἰ μὴ ἄρʼ ὠκέα Ἶρις ἴδεν, κατὰ δʼ αἰθέρος ἆλτο
οὐρανόθεν, καὶ τοῖα παραιφαμένη κατέρυκεν·
οὐ θέμις, ὦ υἱεῖς Βορέω, ξιφέεσσιν ἐλάσσαι
Ἁρπυίας, μεγάλοιο Διὸς κύνας· ὅρκια δʼ αὐτὴ
δώσω ἐγών, ὡς οὔ οἱ ἔτι χρίμψουσιν ἰοῦσαι.
ὧς φαμένη λοιβὴν Στυγὸς ὤμοσεν, ἥ τε θεοῖσιν
ῥιγίστη πάντεσσιν ὀπιδνοτάτη τε τέτυκται,
μὴ μὲν Ἀγηνορίδαο δόμοις ἔτι τάσδε πελάσσαι
εἰσαῦτις Φινῆος, ἐπεὶ καὶ μόρσιμον ἦεν.
οἱ δʼ ὅρκῳ εἴξαντες ὑπέστρεφον ἂψ ἐπὶ νῆα
σώεσθαι. Στροφάδας δὲ μετακλείουσʼ ἄνθρωποι
νήσους τοῖό γʼ ἕκητι, πάρος Πλωτὰς καλέοντες.
Ἄρπυιαί τʼ Ἶρίς τε διέτμαγεν. αἱ μὲν ἔδυσαν
κευθμῶνα Κρήτης Μινωίδος· ἡ δʼ ἀνόρουσεν
Οὔλυμπόνδε, θοῇσι μεταχρονίη πτερύγεσσιν.
τόφρα δʼ ἀριστῆες πινόεν περὶ δέρμα γέροντος
πάντῃ φοιβήσαντες ἐπικριδὸν ἱρεύσαντο
μῆλα, τά τʼ ἐξ Ἀμύκοιο λεηλασίης ἐκόμισσαν.