Ancient Greek · ~7 min · Dactylic hexameter
Book 2, lines 2.351-2.398
Apollonius Rhodius, Argonautica 2.351-398
Not analysed yet
κεῖθεν δʼ οὐ μάλα πουλὺ διὲξ ἁλὸς ἀντιπέραιαν
γῆν Μαριανδυνῶν ἐπικέλσετε νοστήσαντες.
ἔνθα μὲν εἰς Ἀίδαο καταιβάτις ἐστὶ κέλευθος,
ἄκρη τε προβλὴς Ἀχερουσιὰς ὑψόθι τείνει,
δινήεις τʼ Ἀχέρων αὐτὴν διὰ νειόθι τέμνων
ἄκρην ἐκ μεγάλης προχοὰς ἵησι φάραγγος.
ἀγχίμολον δʼ ἐπὶ τῇ πολέας παρανεῖσθε κολωνοὺς
Παφλαγόνων, τοῖσίν τʼ Ἐνετήιος ἐμβασίλευσεν
πρῶτα Πέλοψ, τοῦ καί περ ἀφʼ αἵματος εὐχετόωνται.
ἔστι δέ τις ἄκρη Ἑλίκης κατεναντίον Ἄρκτου,
πάντοθεν ἠλίβατος, καί μιν καλέουσι Κάραμβιν,
τῆς καὶ ὑπὲρ βορέαο περισχίζονται ἄελλαι·
ὧδε μάλʼ ἂμ πέλαγος τετραμμένη αἰθέρι κύρει.
τήνδε περιγνάμψαντι πολὺς παρακέκλιται· ἤδη
αἰγιαλός· πολέος δʼ ἐπὶ πείρασιν Αἰγιαλοῖο
ἀκτῇ ἐπὶ προβλῆτι ῥοαὶ Ἅλυος ποταμοῖο
δεινὸν ἐρεύγονται· μετὰ τὸν δʼ ἀγχίροος Ἶρις
μειότερος λευκῇσιν ἑλίσσεται εἰς ἅλα δίναις.
κεῖθεν δὲ προτέρωσε μέγας καὶ ὑπείροχος ἀγκὼν
ἐξανέχει γαίης· ἐπὶ δὲ στόμα Θερμώδοντος
κόλπῳ ἐν εὐδιόωντι Θεμισκύρειον ὑπʼ ἄκρην
μύρεται, εὐρείης διαειμένος ἠπείροιο.
ἔνθα δὲ Δοίαντος πεδίον, σχεδόθεν δὲ πόληες
τρισσαὶ Ἀμαζονίδων, μετά τε σμυγερώτατοι ἀνδρῶν
τρηχεῖαν Χάλυβες καὶ ἀτειρέα γαῖαν ἔχουσιν,
ἐργατίναι· τοὶ δʼ ἀμφὶ σιδήρεα ἔργα μέλονται.
ἄγχι δὲ ϝαιετάουσι πολύρρηνες Τιβαρηνοὶ
Ζηνὸς Ἐυξείνοιο Γενηταίην ὑπὲρ ἄκρην.
τῇ δʼ ἐπὶ Μοσσύνοικοι ὁμούριοι ὑλήεσσαν
ἑξείης ἤπειρον, ὑπωρείας τε νέμονται,
δουρατέοις πύργοισιν ἐν οἰκία τεκτήναντες
τοὺς παραμειβόμενοι λισσῇ ἐπικέλσετε νήσῳ,
μήτι παντοίῃ μέγʼ ἀναιδέας ἐξελάσαντες
οἰωνούς, οἳ δῆθεν ἀπειρέσιοι ἐφέπουσιν
νῆσον ἐρημαίην. τῇ μέν τʼ ἐνὶ νηὸν Ἄρηος
λαΐνεον ποίησαν Ἀμαζονίδων βασίλειαι
Ὀτρηρή τε καὶ Ἀντιόπη, ὁπότε στρατόωντο.
ἔνθα γὰρ ὔμμιν ὄνειαρ ἀδευκέος ἐξ ἁλὸς εἶσιν
ἄρρητον· τῶ καί τε φίλα φρονέων ἀγορεύω
ἰσχέμεν. ἀλλὰ τίη με πάλιν χρειὼ ἀλιτέσθαι
μαντοσύνῃ τὰ ἕκαστα διηνεκὲς ἐξενέποντα;
νήσου δὲ προτέρωσε καὶ ἠπείροιο περαίης
φέρβονται Φίλυρες· Φιλύρων δʼ ἐφύπερθεν ἔασιν
Μάκρωνες· μετὰ δʼ αὖ περιώσια φῦλα Βεχείρων.
ἑξείης δὲ Σάπειρες ἐπὶ σφίσι ναιετάουσιν·
Βύζηρες δʼ ἐπὶ τοῖσιν ὁμώλακες, ὧν ὕπερ ἤδη
αὐτοὶ Κόλχοι ἔχονται ἀρήιοι. ἀλλʼ ἐνὶ νηὶ
πείρεθʼ, ἕως μυχάτῃ κεν ἐνιχρίμψητε θαλάσσῃ.