Ancient Greek · ~8 min · Dactylic hexameter
Book 2, lines 2.304-2.350
Apollonius Rhodius, Argonautica 2.304-350
Not analysed yet
αὐτὰρ ἐπεὶ μέγα δόρπον ἐνὶ μεγάροισιν ἔθεντο,
δαίνυνθʼ ἑζόμενοι· σὺν δέ σφισι δαίνυτο Φινεὺς
ἁρπαλέως, οἷόν τʼ ἐν ὀνείρασι θυμὸν ἰαίνων.
ἔνθα δʼ, ἐπεὶ δόρποιο κορέσσαντʼ ἠδὲ ποτῆτος,
παννύχιοι Βορέω μένον υἱέας ἐγρήσσοντες.
αὐτὸς δʼ ἐν μέσσοισι παρʼ ἐσχάρῃ ἧστο γεραιὸς
πείρατα ναυτιλίης ἐνέπων ἄνυσίν τε κελεύθου·
κλῦτέ νυν. οὐ μὲν πάντα πέλει θέμις ὔμμι δαῆναι
ἀτρεκές· ὅσσα δʼ ὄρωρε θεοῖς φίλον, οὐκ ἐπικεύσω.
ἀασάμην καὶ πρόσθε Διὸς νόον ἀφραδίῃσιν
χρείων ἑξείης τε καὶ ἐς τέλος. ὧδε γὰρ αὐτὸς
βούλεται ἀνθρώποις ἐπιδευέα θέσφατα φαίνειν
μαντοσύνης, ἵνα καί τι θεῶν χατέωσι νόοιο.
πέτρας μὲν πάμπρωτον, ἀφορμηθέντες ἐμεῖο,
Κυανέας ὄψεσθε δύω ἁλὸς ἐν ξυνοχῇσιν,
τάων οὔτινά φημι διαμπερὲς ἐξαλέασθαι.
οὐ γάρ τε ῥίζῃσιν ἐρήρεινται νεάτῃσιν,
ἀλλὰ θαμὰ ξυνίασιν ἐναντίαι ἀλλήλῃσιν
εἰς ἕν, ὕπερθε δὲ πολλὸν ἁλὸς κορθύεται ὕδωρ
βρασσόμενον· στρηνὲς δὲ περὶ στυφελῇ βρέμει ἀκτῇ.
τῶ νῦν ἡμετέρῃσι παραιφασίῃσι πίθεσθε,
εἰ ἐτεὸν πυκινῷ τε νόῳ μακάρων τʼ ἀλέγοντες
πείρετε· μηδʼ αὔτως αὐτάγρετον οἶτον ὄλησθε
ἀφραδέως, ἢ θύνετʼ ἐπισπόμενοι νεότητι.
οἰωνῷ δή πρόσθε πελειάδι πειρήσασθαι
νηὸς ἄπο προμεθέντες ἐφιέμεν. ἢν δὲ διʼ αὐτῶν
πετράων πόντονδε σόη πτερύγεσσι δίηται,
μηκέτι δὴν μηδʼ αὐτοὶ ἐρητύεσθε κελεύθου,
ἀλλʼ εὖ καρτύναντες ἑαῖς ἐνὶ χερσὶν ἐρετμὰ
τέμνεθʼ ἁλὸς στεινωπόν· ἐπεὶ φάος οὔ νύ τι τόσσον
ἔσσετʼ ἐν εὐχωλῇσιν, ὅσον τʼ ἐνὶ κάρτεϊ χειρῶν.
τῶ καὶ τἆλλα μεθέντες ὀνήιστον πονέεσθαι
θαρσαλέως· πρὶν δʼ οὔτι θεοὺς λίσσεσθαι ἐρύκω.
εἰ δέ κεν ἀντικρὺ πταμένη μεσσηγὺς ὄληται,
ἄψορροι στέλλεσθαι ἐπεὶ πολὺ βέλτερον εἶξαι
ἀθανάτοις. οὐ γάρ κε κακὸν μόρον ἐξαλέαισθε
πετράων, οὐδʼ εἴ κε σιδηρείη πέλοι Ἀργώ.
ὦ μέλεοι, μὴ τλῆτε παρὲξ ἐμὰ θέσφατα βῆναι,
εἰ καί με τρὶς τόσσον ὀίεσθʼ Οὐρανίδῃσιν,
ὅσσον ἀνάρσιός εἰμι, καὶ εἰ πλεῖον στυγέεσθαι·
μὴ τλῆτʼ οἰωνοῖο πάρεξ ἔτι νηὶ περῆσαι.
καὶ τὰ μὲν ὥς κε πέλῃ, τὼς ἔσσεται. ἢν δὲ φύγητε
σύνδρομα πετράων ἀσκηθέες ἔνδοθι Πόντου,
αὐτίκα Βιθυνῶν ἐπὶ δεξιὰ γαῖαν ἔχοντες
πλώετε ῥηγμῖνας πεφυλαγμένοι, εἰσόκεν αὖτε
Ῥήβαν ὠκυρόην ποταμὸν ἄκρην τε Μέλαιναν
γνάμψαντες νήσου Θυνηίδος ὅρμον ἵκησθε.