Ancient Greek · ~7 min · Dactylic hexameter
Book 2, lines 2.441-2.481
Apollonius Rhodius, Argonautica 2.441-481
Not analysed yet
εἰ δὲ καὶ ὀφθαλμοῖσι φόως πόροι ἦ τʼ ἂν ὀίω
γηθήσειν, ὅσον εἴπερ ὑπότροπος οἴκαδʼ ἱκοίμην.
ὧς ἔφατʼ· αὐτὰρ ὁ τόνγε κατηφήσας προσέειπεν·
Αἰσονίδη, τὸ μὲν οὐ παλινάγρετον, οὐδέ τι μῆχος
ἔστʼ ὀπίσω· κενεαὶ γὰρ ὑποσμύχονται ὀπωπαί.
ἀντὶ δὲ τοῦ θάνατόν μοι ἄφαρ θεὸς ἐγγυαλίξαι,
καί τε θανὼν πάσῃσι μετέσσομαι ἀγλαΐῃσιν.
ὧς τώγʼ ἀλλήλοισι παραβλήδην ἀγόρευον.
αὐτίκα δʼ οὐ μετὰ δηρὸν ἀμειβομένων ἐφαάνθη
Ἠριγενής· τὸν δʼ ἀμφὶ περικτίται ἠγερέθοντο
ἀνέρες, οἳ καὶ πρόσθεν ἐπʼ ἤματι κεῖσε θάμιζον,
αἰὲν ὁμῶς φορέοντες ἑῆς ἀπὸ μοῖραν ἐδωδῆς.
τοῖς ὁ γέρων πάντεσσιν, ὅτις καὶ ἀφαυρὸς ἵκοιτο,
ἔχραεν ἐνδυκέως, πολέων δʼ ἀπὸ πήματʼ ἔλυσεν
μαντοσύνῃ· τῶ καί μιν ἐποιχόμενοι κομέεσκον.
σὺν τοῖσιν δʼ ἵκανε Παραίβιος, ὅς ῥά οἱ ἦεν
φίλτατος· ἀσπάσιος δὲ δόμοις ἔνι τούσγʼ ἐνόησεν.
πρὶν γὰρ δή νύ ποτʼ αὐτὸς ἀριστήων στόλον ἀνδρῶν
Ἑλλάδος ἐξανιόντα μετὰ πτόλιν Αἰήταο
πείσματʼ ἀνάψασθαι μυθήσατο Θυνίδι γαίῃ,
οἵ τέ οἱ Ἁρπυίας Διόθεν σχήσουσιν ἰούσας.
τοὺς μὲν ἔπειτʼ ἐπέεσσιν ἀρεσσάμενος πυκινοῖσιν
πέμφʼ ὁ γέρων· οἶον δὲ Παραίβιον αὐτόθι μίμνειν
κέκλετʼ ἀριστήεσσι σὺν ἀνδράσιν· αἶψα δὲ τόνγε
σφωιτέρων ὀίων ὅτις ἔξοχος, εἰς ἓ κομίσσαι
ἧκεν ἐποτρύνας. τοῦ δʼ ἐκ μεγάροιο κιόντος
μειλιχίως ἐρέτῃσιν ὁμηγερέεσσι μετηύδα·
ὦ φίλοι, οὐκ ἄρα πάντες ὑπέρβιοι ἄνδρες ἔασιν,
οὐδʼ εὐεργεσίης ἀμνήμονες. ὡς καὶ ὅδʼ ἀνὴρ
τοῖος ἐὼν δεῦρʼ ἦλθεν, ἑὸν μόρον ὄφρα δαείη.
εὖτε γὰρ οὖν ὡς πλεῖστα κάμοι καὶ πλεῖστα μογήσαι,
δὴ τότε μιν περιπολλὸν ἐπασσυτέρη βιότοιο
χρησμοσύνη τρύχεσκεν· ἐπʼ ἤματι δʼ ἦμαρ ὀρώρει
κύντερον, οὐδέ τις ἦεν ἀνάπνευσις μογέοντι.
ἀλλʼ ὅγε πατρὸς ἑοῖο κακὴν τίνεσκεν ἀμοιβὴν
ἀμπλακίης. ὁ γὰρ οἶος ἐν οὔρεσι δένδρεα τέμνων
δή ποθʼ ἁμαδρυάδος νύμφης ἀθέριξε λιτάων,
ἥ μιν ὀδυρομένη ἀδινῷ μειλίσσετο μύθῳ,
μὴ ταμέειν πρέμνον δρυὸς ἥλικος, ᾗ ἔπι πουλὺν
αἰῶνα τρίβεσκε διηνεκές· αὐτὰρ ὁ τήνγε
ἀφραδέως ἔτμηξεν ἀγηνορίῃ νεότητος.