Ancient Greek · ~7 min · Dactylic hexameter
Book 2, lines 2.482-2.527
Apollonius Rhodius, Argonautica 2.482-527
Not analysed yet
τῷ δʼ ἄρα νηκερδῆ νύμφη πόρεν οἶτον ὀπίσσω
αὐτῷ καὶ τεκέεσσιν. ἔγωγε μέν, εὖτʼ ἀφίκανεν,
ἀμπλακίην ἔγνων· βωμὸν δʼ ἐκέλευσα καμόντα
Θυνιάδος νύμφης, λωφήια ῥέξαι ἐπʼ αὐτῷ
ἱερά, πατρῴην αἰτεύμενον αἶσαν ἀλύξαι.
ἔνθʼ ἐπεὶ ἔκφυγε κῆρα θεήλατον, οὔποτʼ ἐμεῖο
ἐκλάθετʼ, οὐδʼ ἀθέρισσε· μόλις δʼ ἀέκοντα θύραζε
πέμπω, ἐπεὶ μέμονέν γε παρέμμεναι ἀσχαλόωντι.
ὧς φάτʼ Ἀγηνορίδης· ὁ δʼ ἐπισχεδὸν αὐτίκα δοιὼ
ἤλυθʼ ἄγων ποίμνηθεν ὄις. ἀνὰ δʼ ἵστατʼ Ἰήσων,
ἂν δὲ Βορήιοι υἷες ἐφημοσύνῃσι γέροντος.
ὦκα δὲ κεκλόμενοι μαντήιον Ἀπόλλωνα
ῥέζον ἐπʼ ἐσχαρόφιν νέον ἤματος ἀνομένοιο.
κουρότεροι δʼ ἑτάρων μενοεικέα δαῖτʼ ἀλέγυνον.
ἔνθʼ εὖ δαισάμενοι, τοὶ μὲν παρὰ πείσμασι νηός,
τοὶ δʼ αὐτοῦ κατὰ δώματʼ ἀολλέες εὐνάζοντο.
ἦρι δʼ ἐτήσιαι αὖραι ἐπέχραον, αἵ τʼ ἀνὰ πᾶσαν
γαῖαν ὁμῶς τοιῇδε Διὸς πνείουσιν ἀρωγῇ.
Κυρήνη πέφαταί τις ἕλος πάρα Πηνειοῖο
μῆλα νέμειν προτέροισι παρʼ ἀνδράσιν· εὔαδε γάρ οἱ
παρθενίη καὶ λέκτρον ἀκήρατον. αὐτὰρ Ἀπόλλων
τήνγʼ ἀνερεψάμενος ποταμῷ ἔπι ποιμαίνουσαν
τηλόθεν Αἱμονίης, χθονίῃς παρακάτθετο νύμφαις,
αἳ Λιβύην ἐνέμοντο παραὶ Μυρτώσιον αἶπος.
ἔνθα δʼ Ἀρισταῖον Φοίβῳ τέκεν, ὃν καλέουσιν
Ἀγρέα καὶ Νόμιον πολυλήιοι Αἱμονιῆες.
τὴν μὲν γὰρ φιλότητι θεὸς ποιήσατο νύμφην
αὐτοῦ μακραίωνα καὶ ἀγρότιν· υἷα δʼ ἔνεικεν
νηπίαχον Χείρωνος ὑπʼ ἄντροισιν κομέεσθαι.
τῷ καὶ ἀεξηθέντι θεαὶ γάμον ἐμνήστευσαν
Μοῦσαι, ἀκεστορίην τε θεοπροπίας τʼ ἐδίδαξαν·
καί μιν ἑῶν μήλων θέσαν ἤρανον, ὅσσʼ ἐνέμοντο
ἂμ πεδίον Φθίης Ἀθαμάντιον ἀμφί τʼ ἐρυμνὴν
Ὄθρυν καὶ ποταμοῦ ἱερὸν ῥόον Ἀπιδανοῖο.
ἦμος δʼ οὐρανόθεν Μινωίδας ἔφλεγε νήσους
Σείριος, οὐδʼ ἐπὶ δηρὸν ἔην ἄκος ἐνναέτῃσιν,
τῆμος τόνγʼ ἐκάλεσσαν ἐφημοσύναις Ἑκάτοιο
λοιμοῦ ἀλεξητῆρα. λίπεν δʼ ὅγε πατρὸς ἐφετμῇ
Φθίην, ἐν δὲ Κέῳ κατενάσσατο, λαὸν ἀγείρας
Παρράσιον, τοίπερ τε Λυκάονός εἰσι γενέθλης,
καὶ βωμὸν ποίησε μέγαν Διὸς Ἰκμαίοιο,
ἱερά τʼ εὖ ἔρρεξεν ἐν οὔρεσιν ἀστέρι κείνῳ
Σειρίῳ αὐτῷ τε Κρονίδῃ Διί. τοῖο δʼ ἕκητι
γαῖαν ἐπιψύχουσιν ἐτήσιαι ἐκ Διὸς αὖραι
ἤματα τεσσαράκοντα· Κέῳ δʼ ἔτι νῦν ἱερῆες
ἀντολέων προπάροιθε Κυνὸς ῥέζουσι θυηλάς.