Ancient Greek · ~7 min · Dactylic hexameter
Book 2, lines 2.528-2.570
Apollonius Rhodius, Argonautica 2.528-570
Not analysed yet
καὶ τὰ μὲν ὧς ὑδέονται· ἀριστῆες δὲ καταῦθι
μίμνον ἐρυκόμενοι· ξεινήια δʼ ἄσπετα Θυνοὶ
πᾶν ἦμαρ Φινῆι χαριζόμενοι προΐαλλον.
ἐκ δὲ τόθεν μακάρεσσι δυώδεκα δωμήσαντες
βωμὸν ἁλὸς ῥηγμῖνι πέρην καὶ ἐφʼ ἱερὰ θέντες,
νῆα θοὴν εἴσβαινον ἐρεσσέμεν, οὐδὲ πελείης
τρήρωνος λήθοντο μετὰ σφίσιν· ἀλλʼ ἄρα τήνγε
δείματι πεπτηυῖαν ἑῇ φέρε χειρὶ μεμαρπὼς
Εὔφημος, γαίης δʼ ἀπὸ διπλόα πείσματʼ ἔλυσαν.
οὐδʼ ἄρʼ Ἀθηναίην προτέρω λάθον ὁρμηθέντες·
αὐτίκα δʼ ἐσσυμένως νεφέλης ἐπιβᾶσα πόδεσσιν
κούφης, ἥ κε φέροι μιν ἄφαρ βριαρήν περ ἐοῦσαν,
σεύατʼ ἴμεν πόντονδε, φίλα φρονέουσʼ ἐρέτῃσιν.
ὡς δʼ ὅτε τις πάτρηθεν ἀλώμενος, οἷά τε πολλὰ
πλαζόμεθʼ ἄνθρωποι τετληότες, οὐδέ τις αἶα
τηλουρός, πᾶσαι δὲ κατόψιοί εἰσι κέλευθοι,
σφωιτέρους δʼ ἐνόησε δόμους, ἄμυδις δὲ κέλευθος
ὑγρή τε τραφερή τʼ ἰνδάλλεται, ἄλλοτε δʼ ἄλλῃ
ὀξέα πορφύρων ἐπιμαίεται ὀφθαλμοῖσιν·
ὧς ἄρα καρπαλίμως κούρη Διὸς ἀίξασα
θῆκεν ἐπʼ ἀξείνοιο πόδας Θυνηίδος ἀκτῆς.
οἱ δʼ ὅτε δὴ σκολιοῖο πόρου στεινωπὸν ἵκοντο
τρηχείῃς σπιλάδεσσιν ἐεργμένον ἀμφοτέρωθεν,
δινήεις δʼ ὑπένερθεν ἀνακλύζεσκεν ἰοῦσαν
νῆα ῥόος, πολλὸν δὲ φόβῳ προτέρωσε νέοντο,
ἤδη δέ σφισι δοῦπος ἀρασσομένων πετράων
νωλεμὲς οὔατʼ ἔβαλλε, βόων δʼ ἁλιμυρέες ἀκταί,
δὴ τότʼ ἔπειθʼ ὁ μὲν ὦρτο πελειάδα χειρὶ μεμαρπὼς
Εὔφημος πρῴρης ἐπιβήμεναι· οἱ δʼ ὑπʼ ἀνωγῇ
Τίφυος Ἁγνιάδαο θελήμονα ποιήσαντο
εἰρεσίην, ἵνʼ ἔπειτα διὲκ πέτρας ἐλάσειαν,
κάρτεϊ ᾧ πίσυνοι. τὰς δʼ αὐτίκα λοίσθιον ἄλλων
οἰγομένας ἀγκῶνα περιγνάμψαντες ἴδοντο.
σὺν δέ σφιν χύτο θυμός· ὁ δʼ ἀίξαι πτερύγεσσιν
Εὔφημος προέηκε πελειάδα· τοὶ δʼ ἅμα πάντες
ἤειραν κεφαλὰς ἐσορώμενοι· ἡ δὲ διʼ αὐτῶν
ἔπτατο· ταὶ δʼ ἄμυδις πάλιν ἀντίαι ἀλλήλῃσιν
ἄμφω ὁμοῦ ξυνιοῦσαι ἐπέκτυπον. ὦρτο δὲ πολλὴ
ἅλμη ἀναβρασθεῖσα, νέφος ὥς· αὖε δὲ πόντος
σμερδαλέον· πάντῃ δὲ περὶ μέγας ἔβρεμεν αἰθήρ.
κοῖλαι δὲ σπήλυγγες ὑπὸ σπιλάδας τρηχείας
κλυζούσης ἁλὸς ἔνδον ἐβόμβεον· ὑψόθι δʼ ὄχθης
λευκὴ καχλάζοντος ἀνέπτυε κύματος ἄχνη.