Ancient Greek · ~7 min · Dactylic hexameter
Book 2, lines 2.796-2.836
Apollonius Rhodius, Argonautica 2.796-836
Not analysed yet
ἔμπης δʼ ἐξ ὑμέων ἔδοσαν τίσιν· οὐδέ ἕ φημι
ἤματι τῷδʼ ἀέκητι θεῶν ἐπελάσσαι ἄρηα,
Τυνδαρίδην Βέβρυξιν, ὅτʼ ἀνέρα κεῖνον ἔπεφνεν.
τῶ νῦν ἥντινʼ ἐγὼ τῖσαι χάριν ἄρκιός εἰμι,
τίσω προφρονέως. ἡ γὰρ θέμις ἠπεοανοῖσιν
ἀνδράσιν, εὖτʼ ἄρξωσιν ἀρείονες ἄλλοι ὀφέλλειν.
ξυνῇ μὲν πάντεσσιν ὁμόστολον ὔμμιν ἕπεσθαι
Δάσκυλον ὀτρυνέω, ἐμὸν υἱέα· τοῖο δʼ ἰόντος,
ἦ τʼ ἂν ἐυξείνοισι διὲξ ἁλὸς ἀντιάοιτε
ἀνδράσιν, ὄφρʼ αὐτοῖο ποτὶ στόμα Θερμώδοντος.
νόσφι δὲ Τυνδαρίδαις Ἀχερουσίδος ὑψόθεν ἄκρης
εἵσομαι ἱερὸν αἰπύ· τὸ μὲν μάλα τηλόθι πάντες
ναυτίλοι ἂμ πέλαγος θηεύμενοι ἱλάξονται·
καί κέ σφιν μετέπειτα πρὸ ἄστεος, οἷα θεοῖσιν,
πίονας εὐα· ρότοιο γύας πεδίοιο ταμοίμην.
ὧς τότε μὲν δαῖτʼ ἀμφὶ πανήμεροι ἑψιόωντο.
ἦρί γε μὴν ἐπὶ νῆα κατήισαν ἐγκονέοντες·
καὶ δʼ αὐτὸς σὺν τοῖσι Λύκος κίε, μυρίʼ ὀπάσσας
δῶρα φέρειν· ἅμα δʼ υἷα δόμων ἔκπεμπε νέεσθαι.
ἔνθα δʼ Ἀβαντιάδην πεπρωμένη ἤλασε μοῖρα
Ἴδμονα, μαντοσύνῃσι κεκασμένον. ἀλλά μιν οὔτι
μαντοσύναι ἐσάωσαν, ἐπεὶ χρεὼ ἦγε δαμῆναι·
κεῖτο γὰρ εἱαμενῇ δονακώδεος ἐν ποταμοῖο
ψυχόμενος λαγόνας τε καὶ ἄσπετον ἰλύι νηδὺν
κάπριος ἀργιόδων, ὀλοὸν τέρας, ὅν ῥα καὶ αὐταὶ
νύμφαι ἑλειονόμοι ὑπεδείδισαν· οὐδέ τις ἀνδρῶν
ἠείδει· οἶος δὲ κατὰ πλατὺ βόσκετο τῖφος.
αὐτὰρ ὅγʼ ἰλυόεντος ἀνὰ θρωσμοὺς ποταμοῖο
ϝίσσετʼ Ἀβαντιάδης· ὁ δʼ ἄρʼ ἔκποθεν ἀφράστοιο
ὕψι μάλʼ ἐκ δονάκων ἀνεπάλμενος ἤλασε μηρὸν
ἀίγδην, μέσσας δὲ σὺν ὀστέῳ ἶνας ἔκερσεν.
ὀξὺ δʼ ὅγε κλάγξας οὔδει πέσεν· οἱ δὲ τυπέντος
ἀθρόοι ἀντιάχησαν. ὀρέξατο δʼ αἶψʼ ὀλοοῖο
Πηλεὺς αἰγανέῃ φύγαδʼ εἰς ἕλος ὁρμηθέντος
καπρίου· ἔσσυτο δʼ αὖτις ἐναντίος· ἀλλά μιν Ἴδας
οὔτασε, βεβρυχὼς δὲ θοῷ περικάππεσε δουρί.
καὶ τὸν μὲν χαμάδις λίπον αὐτόθι πεπτηῶτα·
τὸν δʼ ἕταροι ἐπὶ νῆα φέρον ψυχορραγέοντα,
ἀχνύμενοι, χείρεσσι δʼ ἑῶν ἐνικάτθανʼ ἑταίρων.
ἔνθα δὲ ναυτιλίης μὲν ἐρητύοντο μέλεσθαι,
ἀμφὶ δὲ κηδείῃ νέκυος μένον ἀσχαλόωντες.