Ancient Greek · ~7 min · Dactylic hexameter
Book 2, lines 2.837-2.878
Apollonius Rhodius, Argonautica 2.837-878
Not analysed yet
ἤματα δὲ τρία πάντα γόων· ἑτέρῳ δέ μιν ἤδη
τάρχυον μεγαλωστί· συνεκτερέιζε δὲ λαὸς
αὐτῷ ὁμοῦ βασιλῆι Λύκῳ· παρὰ δʼ ἄσπετα μῆλα,
ἣ θέμις οἰχομένοισι, ταφήια λαιμοτόμησαν.
καὶ δή τοι κέχυται τοῦδʼ ἀνέρος ἐν χθονὶ κείνῃ
τύμβος· σῆμα δʼ ἔπεστι καὶ ὀψιγόνοισιν ἰδέσθαι,
νηίου ἐκ κοτίνοιο φάλαγξ· θαλέθει δέ τε φύλλοις
ἄκρης τυτθὸν ἔνερθʼ Ἀχερουσίδος. εἰ δέ με καὶ τὸ
χρειὼ ἀπηλεγέως Μουσέων ὕπο γηρύσασθαι,
τόνδε πολισσοῦχον διεπέφραδε Βοιωτοῖσιν
Νισαίοισί τε Φοῖβος ἐπιρρήδην ἱλάεσθαι,
ἀμφὶ δὲ τήνγε φάλαγγα παλαιγενέος κοτίνοιο
ἄστυ βαλεῖν· οἱ δʼ ἀντὶ θεουδέος Αἰολίδαο
Ἴδμονος εἰσέτι νῦν Ἀγαμήστορα κυδαίνουσιν.
τίς γὰρ δὴ θάνεν ἄλλος; ἐπεὶ καὶ ἔτʼ αὖτις ἔχευαν
ἥρωες τότε τύμβον ἀποφθιμένου ἑτάροιο.
δοιὰ γὰρ οὖν κείνων ἔτι σήματα φαίνεται ἀνδρῶν.
Ἁγνιάδην Τῖφυν θανέειν φάτις· οὐδέ οἱ ἦεν
μοῖρʼ ἔτι ναυτίλλεσθαι ἑκαστέρω. ἀλλά νυ καὶ τὸν
αὖθι μινυνθαδίη πάτρης ἑκὰς εὔνασε νοῦσος,
εἰσότʼ Ἀβαντιάδαο νέκυν κτερέιξεν ὅμιλος.
ἄτλητον δʼ ὀλοῷ ἐπὶ πήματι κῆδος ἕλοντο.
δὴ γὰρ ἐπεὶ καὶ τόνδε παρασχεδὸν ἐκτερέιξαν
αὐτοῦ, ἀμηχανίῃσιν ἁλὸς προπάροιθε πεσόντες,
ἐντυπὰς εὐκήλως εἰλυμένοι οὔτε τι σίτου
μνώοντʼ οὔτε ποτοῖο· κατήμυσαν δʼ ἀχέεσσιν
θυμόν, ἐπεὶ μάλα πολλὸν ἀπʼ ἐλπίδος ἔπλετο νόστος.
καί νύ κʼ ἔτι προτέρω τετιημένοι ἰσχανόωντο,
εἰ μὴ ἄρʼ Ἀγκαίῳ περιώσιον ἔμβαλεν Ἥρη
θάρσος, ὃν Ἰμβρασίοισι παρʼ ὕδασιν Ἀστυπάλαια
τίκτε Ποσειδάωνι· περιπρὸ γὰρ εὖ ἐκέκαστο
ἰθύνειν, Πηλῆα δʼ ἐπεσσύμενος προσέειπεν·
Αἰακίδη, πῶς καλὸν ἀφειδήσαντας ἀέθλων
γαίῃ ἐν ἀλλοδαπῇ δὴν ἔμμεναι; οὐ μὲν ἄρηος
ἴδριν ἐόντά με τόσσον ἄγει μετὰ κῶας Ἰήσων
παρθενίης ἀπάνευθεν, ὅσον τʼ ἐπιίστορα νηῶν.
τῶ μή μοι τυτθόν γε δέος περὶ νηὶ πελέσθω.
ὧς δὲ καὶ ὧλλοι δεῦρο δαήμονες ἄνδρες ἔασιν,
τῶν ὅτινα πρύμνης ἐπιβήσομεν, οὔτις ἰάψει
ναυτιλίην. ἀλλʼ ὦκα, παραιφάμενος τάδε πάντα,
θαρσαλέως ὀρόθυνον ἐπιμνήσασθαι ἀέθλου.
ὧς φάτο· τοῖο δὲ θυμὸς ὀρέξατο γηθοσύνῃσιν.