Ancient Greek · ~7 min · Dactylic hexameter
Book 2, lines 2.879-2.920
Apollonius Rhodius, Argonautica 2.879-920
Not analysed yet
αὐτίκα δʼ οὐ μετὰ δηρὸν ἐνὶ μέσσοις ἀγόρευσεν·
δαιμόνιοι, τί νυ πένθος ἐτώσιον ἴσχομεν αὔτως;
οἱ μὲν γάρ ποθι τοῦτον, ὃν ἔλλαχον, οἶτον ὄλοντο·
ἡμῖν δʼ ἐν γὰρ ἔασι κυβερνητῆρες ὁμίλῳ,
καὶ πολέες. τῶ μή τι διατριβώμεθα πείρης·
ἀλλʼ ἔγρεσθʼ εἰς ἔργον, ἀπορρίψαντες ἀνίας.
τὸν δʼ αὖτʼ Αἴσονος υἱὸς ἀμηχανέων προσέειπεν·
Αἰακίδη, πῇ δʼ οἵδε κυβερνητῆρες ἔασιν;
οὓς μὲν γὰρ τὸ πάροιθε δαήμονας εὐχόμεθʼ εἶναι,
οἱ δὲ κατηφήσαντες ἐμεῦ πλέον ἀσχαλόωσιν.
τῶ καὶ ὁμοῦ φθιμένοισι κακὴν προτιόσσομαι ἄτην,
εἰ δὴ μήτʼ ὀλοοῖο μετὰ πτόλιν Αἰήταο
ἔσσεται, ἠὲ καὶ αὖτις ἐς Ἑλλάδα γαῖαν ἱκέσθαι
πετράων ἔκτοσθε, κατʼ αὐτόθι δʼ ἄμμε καλύψει
ἀκλειῶς κακὸς οἶτος, ἐτώσια γηράσκοντας.
ὧς ἔφατʼ· Ἀγκαῖος δὲ μάλʼ ἐσσυμένως ὑπέδεκτο
νῆα θοὴν ἄξειν· δὴ γὰρ θεοῦ ἐτράπεθʼ ὁρμῇ.
τὸν δὲ μετʼ Ἐργῖνος καὶ Ναύπλιος Εὔφημός τε
ὤρνυντʼ, ἰθύνειν λελιημένοι. ἀλλʼ ἄρα τούσγε
ἔσχεθον· Ἀγκαίῳ δὲ πολεῖς ᾔνησαν ἑταίρων.
Ἠῷοι δἤπειτα δυωδεκάτῳ ἐπέβαινον
ἤματι· δὴ γάρ σφιν ζεφύρου μέγας οὖρος ἄητο.
καρπαλίμως δʼ Ἀχέροντα διεξεπέρησαν ἐρετμοῖς,
ἐκ δʼ ἔχεαν πίσυνοι ἀνέμῳ λίνα, πουλὺ δʼ ἐπιπρὸ
λαιφέων πεπταμένων τέμνον πλόον εὐδιόωντες.
ὦκα δὲ Καλλιχόροιο παρὰ προχοὰς ποταμοῖο
ἤλυθον, ἔνθʼ ἐνέπουσι Διὸς Νυσήιον υἷα,
Ἰνδῶν ἡνίκα φῦλα λιπὼν κατενάσσατο Θήβας,
ὀργιάσαι, στῆσαί τε χοροὺς ἄντροιο πάροιθεν,
ᾧ ἐν ἀμειδήτους ἁγίας ηὐλίζετο νύκτας,
ἐξ οὗ Καλλίχορον ποταμὸν περιναιετάοντες
ἠδὲ καὶ Αὐλίον ἄντρον ἐπωνυμίην καλέουσιν.
ἔνθεν δὲ Σθενέλου τάφον ἔδρακον Ἀκτορίδαο,
ὅς ῥά τʼ Ἀμαζονίδων πολυθαρσέος ἐκ πολέμοιο
ἂψ ἀνιὼν—δὴ γὰρ συνανήλυθεν Ἡρακλῆι—
βλήμενος ἰῷ κεῖθεν ἐπʼ ἀγχιάλου θάνεν ἀκτῆς.
οὐ μέν θην προτέρω ἔτʼ ἐμέτρεον. ἧκε γὰρ αὐτὴ
Φερσεφόνη ψυχὴν πολυδάκρυον Ἀκτορίδαο
λισσομένην τυτθόν περ ὁμήθεας ἄνδρας ἰδέσθαι.
τύμβου δὲ στεφάνης ἐπιβὰς σκοπιάζετο νῆα
τοῖος ἐών, οἷος πόλεμόνδʼ ἴεν· ἀμφὶ δὲ καλὴ
τετράφαλος φοίνικι λόφῳ ἐπελάμπετο πήληξ.