Ancient Greek · ~7 min · Dactylic hexameter
Book 4, lines 4.1584-4.1624
Apollonius Rhodius, Argonautica 4.1584-1624
Not analysed yet
ἀλλʼ ἴτε γηθόσυνοι, καμάτοιο δὲ μήτις ἀνίη
γιγνέσθω, νεότητι κεκασμένα γυῖα μογῆσαι.
Ἴσκεν ἐυφρονέων· οἱ δʼ αἶψʼ ἐπὶ νηὸς ἔβησαν
λίμνης ἐκπρομολεῖν λελιημένοι εἰρεσίῃσιν.
καὶ δὴ ἐπιπρονέοντο μεμαότες· αὐτὰρ ὁ τείως
τρίτων ἀνθέμενος τρίποδα μέγαν, εἴσατο λίμνην
εἰσβαίνειν· μετὰ δʼ οὔτις ἐσέδρακεν, οἷον ἄφαντος
αὐτῷ σὺν τρίποδι σχεδὸν ἔπλετο. τοῖσι δʼ ἰάνθη
θυμός, ὃ δὴ μακάρων τις ἐναίσιμος ἀντεβόλησεν.
καί ῥά οἱ Αἰσονίδην μήλων ὅ τι φέρτατον ἄλλων
ἤνωγον ῥέξαι καὶ ἐπευφημῆσαι ἑλόντα.
αἶψα δʼ ὅγʼ ἐσσυμένως ἐκρίνατο, καί μιν ἀείρας
σφάξε κατὰ πρύμνης, ἐπὶ δʼ ἔννεπεν εὐχωλῇσιν·
δαῖμον, ὅτις λίμνης ἐπὶ πείρασι τῆσδʼ ἐφαάνθης,
εἴτε σέγε Τρίτωνʼ, ἅλιον τέρας, εἴτε σε Φόρκυν,
ἢ Νηρῆα θύγατρες ἐπικλείουσʼ ἁλοσύδναι,
ἵλαθι, καὶ νόστοιο τέλος θυμηδὲς ὄπαζε.
ἦ ῥʼ, ἅμα δʼ εὐχωλῇσιν ἐς ὕδατα λαιμοτομήσας
ἧκε κατὰ πρύμνης· ὁ δὲ βένθεος ἐξεφαάνθη
τοῖος ἐών, οἷός περ ἐτήτυμος ἦεν ἰδέσθαι.
ὡς δʼ ὅτʼ ἀνὴρ θοὸν ἵππον ἐς εὐρέα κύκλον ἀγῶνος
στέλλῃ, ὀρεξάμενος λασίης εὐπειθέα χαίτης,
εἶθαρ ἐπιτροχάων, ὁ δʼ ἐπʼ αὐχένι γαῦρος ἀερθεὶς
ἕσπεται, ἀργινόεντα δʼ ἐνὶ στομάτεσσι χαλινὰ
ἀμφὶς ὀδακτάζοντι παραβλήδην κροτέονται·
ὧς ὅγʼ ἐπισχόμενος γλαφυρῆς ὁλκήιον Ἀργοῦς
ἦγʼ ἅλαδε προτέρωσε. δέμας δέ οἱ ἐξ ὑπάτοιο
κράατος, ἀμφί τε νῶτα καὶ ἰξύας ἔστʼ ἐπὶ νηδὺν
ἀντικρὺ μακάρεσσι φυὴν ἔκπαγλον ἔικτο·
αὐτὰρ ὑπαὶ λαγόνων δίκραιρά οἱ ἔνθα καὶ ἔνθα
κήτεος ὁλκαίη μηκύνετο· κόπτε δʼ ἀκάνθαις
ἄκρον ὕδωρ, αἵ τε σκολιοῖς ἐπινειόθι κέντροις
μήνης ὡς κεράεσσιν ἐειδόμεναι διχόωντο.
τόφρα δʼ ἄγεν, τείως μιν ἐπιπροέηκε θαλάσσῃ
νισσομένην· δῦ δʼ αἶψα μέγαν βυθόν· οἱ δʼ ὁμάδησαν
ἥρωες, τέρας αἰνὸν ἐν ὀφθαλμοῖσιν ἰδόντες.
ἔνθα μὲν Ἀργῷός τε λιμὴν καὶ σήματα νηὸς
ἠδὲ Ποσειδάωνος ἰδὲ Τρίτωνος ἔασιν
βωμοί· ἐπεὶ κεῖνʼ ἦμαρ ἐπέσχεθον. αὐτὰρ ἐς ἠῶ
λαίφεσι πεπταμένοις αὐτὴν ἐπὶ δεξίʼ ἔχοντες
γαῖαν ἐρημαίην, πνοιῇ ζεφύροιο θέεσκον.