Ancient Greek · ~7 min · Dactylic hexameter
Book 4, lines 4.1625-4.1667
Apollonius Rhodius, Argonautica 4.1625-1667
Not analysed yet
ἦρι δʼ ἔπειτʼ ἀγκῶνά θʼ ὁμοῦ μυχάτην τε θάλασσαν
κεκλιμένην ἀγκῶνος ὕπερ προύχοντος ἴδοντο.
αὐτίκα δὲ ζέφυρος μὲν ἐλώφεεν, ἤλυθε δʼ αὔρη
ἀργέσταο νότου· κεχάροντο δὲ θυμὸν ἰωῇ.
ἦμος δʼ ἠέλιος μὲν ἔδυ, ἀνὰ δʼ ἤλυθεν ἀστὴρ
αὔλιος, ὅς τʼ ἀνέπαυσεν ὀιζυροὺς ἀροτῆρας,
δὴ τότʼ ἔπειτʼ ἀνέμοιο κελαινῇ νυκτὶ λιπόντος
ἱστία λυσάμενοι περιμήκεά τε κλίναντες
ἱστόν, ἐυξέστῃσιν ἐπερρώοντʼ ἐλάτῃσιν
παννύχιοι καὶ ἐπʼ ἦμαρ, ἐπʼ ἤματι δʼ αὖτις ἰοῦσαν
νύχθʼ ἑτέρην. ὑπέδεκτο δʼ ἀπόπροθι παιπαλόεσσα
Κάρπαθος· ἔνθεν δʼ οἵγε περαιώσεσθαι ἔμελλον
Κρήτην, ἥ τʼ ἄλλων ὑπερέπλετο εἰν ἁλὶ νήσων.
τοὺς δὲ Τάλως χάλκειος, ἀπὸ στιβαροῦ σκοπέλοιο
ῥηγνύμενος πέτρας, εἶργε χθονὶ πείσματʼ ἀνάψαι,
Δικταίην ὅρμοιο κατερχομένους ἐπιωγήν·
τὸν μὲν χαλκείης μελιηγενέων ἀνθρώπων
ῥίζης λοιπὸν ἐοντα μετʼ ἀνδράσιν ἡμιθέοισιν
Εὐρώπῃ Κρονίδης νήσου πόρεν ἔμμεναι οὖρον,
τρὶς περὶ χαλκείοις Κρήτην ποσὶ δινεύοντα.
ἀλλʼ ἤτοι τὸ μὲν ἄλλο δέμας καὶ γυῖα τέτυκτο
χάλκεος ἠδʼ ἄρρηκτος· ὑπαὶ δέ οἱ ἔσκε τένοντος
σύριγξ αἱματόεσσα κατὰ σφυρόν· αὐτὰρ ὅ τʼ ἦγχε
λεπτὸς ὑμὴν ζωῆς ἔχε πείρατα καὶ θανάτοιο.
οἱ δέ, δύῃ μάλα περ δεδμημένοι, αἶψʼ ἀπὸ χέρσου
νῆα περιδδείσαντες ἀνακρούεσκον ἐρετμοῖς.
καί νύ κʼ ἐπισμυγερῶς Κρήτης ἑκὰς ἠέρθησαν,
ἀμφότερον δίψῃ τε καὶ ἄλγεσι μοχθίζοντες,
εἰ μή σφιν Μήδεια λιαζομένοις ἀγόρευσεν·
κέκλυτέ μευ. μούνη γὰρ ὀίομαι ὔμμι δαμάσσειν
ἄνδρα τόν, ὅστις ὅδʼ ἐστί, καὶ εἰ παγχάλκεον ἴσχει
ὃν δέμας, ὁππότε μή οἱ ἐπʼ ἀκάματος πέλοι αἰών.
ἀλλʼ ἔχετʼ αὐτοῦ νῆα θελήμονες ἐκτὸς ἐρωῆς
πετράων, εἵως κεν ἐμοὶ εἴξειε δαμῆναι.
ὧς ἄρʼ ἔφη· καὶ τοὶ μὲν ὑπὲκ βελέων ἐρύσαντο
νῆʼ ἐπʼ ἐρετμοῖσιν, δεδοκημένοι ἥντινα ῥέξει
μῆτιν ἀνωίστως· ἡ δὲ πτύχα πορφυρέοιο
προσχομένη πέπλοιο παρειάων ἑκάτερθεν
βήσατʼ ἐπʼ ἰκριόφιν· χειρὸς δέ ἑ χειρὶ μεμαρπὼς
Αἰσονίδης ἐκόμιζε διὰ κληῖδας ἰοῦσαν.
ἔνθα δʼ ἀοιδῇσιν μειλίσσετο, μέλπε δὲ Κῆρας
θυμοβόρους, Ἀίδαο θοὰς κύνας, αἳ περὶ πᾶσαν
ἠέρα δινεύουσαι ἐπὶ ζωοῖσιν ἄγονται.