Ancient Greek · ~7 min · Dactylic hexameter
Book 4, lines 4.624-4.663
Apollonius Rhodius, Argonautica 4.624-663
Not analysed yet
νύκτας δʼ αὖ γόον ὀξὺν ὀδυρομένων ἐσάκουον
Ἡλιάδων λιγέως· τὰ δὲ δάκρυα μυρομένῃσιν
οἷον ἐλαιηραὶ στάγες ὕδασιν ἐμφορέοντο.
ἐκ δὲ τόθεν Ῥοδανοῖο βαθὺν ῥόον εἰσαπέβησαν,
ὅς τʼ εἰς Ἠριδανὸν μετανίσσεται· ἄμμιγα δʼ ὕδωρ
ἐν ξυνοχῇ βέβρυκε κυκώμενον. αὐτὰρ ὁ γαίης
ἐκ μυχάτης, ἵνα τʼ εἰσὶ πύλαι καὶ ἐδέθλια Νυκτός,
ἔνθεν ἀπορνύμενος τῇ μέν τʼ ἐπερεύγεται ἀκτὰς
Ὠκεανοῦ, τῇ δʼ αὖτε μετʼ Ἰονίην ἅλα βάλλει,
τῇ δʼ ἐπὶ Σαρδόνιον πέλαγος καὶ ἀπείρονα κόλπον
ἑπτὰ διὰ στομάτων ἵει ῥόον. ἐκ δʼ ἄρα τοῖο
λίμνας εἰσέλασαν δυσχείμονας, αἵ τʼ ἀνὰ Κελτῶν
ἤπειρον πέπτανται ἀθέσφατον· ἔνθα κεν οἵγε
ἄτῃ ἀεικελίῃ πέλασαν. φέρε γάρ τις ἀπορρὼξ
κόλπον ἐς Ὠκεανοῖο, τὸν οὐ προδαέντες ἔμελλον
εἰσβαλέειν, τόθεν οὔ κεν ὑπότροποι ἐξεσάωθεν.
ἀλλʼ Ἥρη σκοπέλοιο καθʼ Ἑρκυνίου ἰάχησεν
οὐρανόθεν προθοροῦσα· φόβῳ δʼ ἐτίναχθεν ἀυτῆς
πάντες ὁμῶς· δεινὸν γὰρ ἐπὶ μέγας ἔβραχεν αἰθήρ.
ἂψ δὲ παλιντροπόωντο θεᾶς ὕπο, καί ῥʼ ἐνόησαν
τὴν οἶμον, τῇπέρ τε καὶ ἔπλετο νόστος ἰοῦσιν.
δηναιοὶ δʼ ἀκτὰς ἁλιμυρέας εἰσαφίκοντο
Ἥρης ἐννεσίῃσι, διʼ ἔθνεα μυρία Κελτῶν
καὶ Λιγύων περόωντες ἀδήιοι. ἀμφὶ γὰρ αἰνὴν
ἠέρα χεῦε θεὰ πάντʼ ἤματα νισσομένοισιν.
μεσσότατον δʼ ἄρα τοίγε διὰ στόμα νηὶ βαλόντες
Στοιχάδας εἰσαπέβαν νήσους σόοι εἵνεκα κούρων
Ζηνός· ὃ δὴ βωμοί τε καὶ ἱερὰ τοῖσι τέτυκται
ἔμπεδον· οὐδʼ οἶον κείνης ἐπίκουροι ἕποντο
ναυτιλίης· Ζεὺς δέ σφι καὶ ὀψιγόνων πόρε νῆας.
Στοιχάδας αὖτε λιπόντες ἐς Αἰθαλίην ἐπέρησαν
νῆσον, ἵνα ψηφῖσιν ἀπωμόρξαντο καμόντες
ἱδρῶ ἅλις· χροιῇ δὲ κατʼ αἰγιαλοῖο κέχυνται
εἴκελαι· ἐν δὲ σόλοι καὶ τεύχεα θέσκελα κείνων·
ἐν δὲ λιμὴν Ἀργῷος ἐπωνυμίην πεφάτισται.
καρπαλίμως δʼ ἐνθένδε διὲξ ἁλὸς οἶδμα νέοντο
Αὐσονίης ἀκτὰς Τυρσηνίδας εἰσορόωντες·
ἷξον δʼ Αἰαίης λιμένα κλυτόν· ἐκ δʼ ἄρα νηὸς
πείσματʼ ἐπʼ ἠιόνων σχεδόθεν βάλον. ἔνθα δὲ Κίρκην
εὗρον ἁλὸς νοτίδεσσι κάρη ἐπιφαιδρύνουσαν·