Ancient Greek · ~8 min · Dactylic hexameter
Book 4, lines 4.664-4.709
Apollonius Rhodius, Argonautica 4.664-709
Not analysed yet
τοῖον γὰρ νυχίοισιν ὀνείρασιν ἐπτοίητο.
αἵματί οἱ θάλαμοί τε καὶ ἕρκεα πάντα δόμοιο
μύρεσθαι δόκεον· φλὸξ δʼ ἀθρόα φάρμακʼ ἔδαπτεν,
οἷσι πάρος ξείνους θέλγʼ ἀνέρας, ὅστις ἵκοιτο·
τὴν δʼ αὐτὴ φονίῳ σβέσεν αἵματι πορφύρουσαν,
χερσὶν ἀφυσσαμένη· λῆξεν δʼ ὀλοοῖο φόβοιο.
τῶ καὶ ἐπιπλομένης ἠοῦς νοτίδεσσι θαλάσσης
ἐγρομένη πλοκάμους τε καὶ εἵματα φαιδρύνεσκεν.
θῆρες δʼ οὐ θήρεσσιν ἐοικότες ὠμηστῇσιν,
οὐδὲ μὲν οὐδʼ ἄνδρεσσιν ὁμὸν δέμας, ἄλλο δʼ ἀπʼ ἄλλων
συμμιγέες μελέων, κίον ἀθρόοι, ἠύτε μῆλα
ἐκ σταθμῶν ἅλις εἶσιν ὀπηδεύοντα νομῆι.
τοίους καὶ προτέρης ἐξ ἰλύος ἐβλάστησε
χθὼν αὐτὴ μικτοῖσιν ἀρηρεμένους μελέεσσιν,
οὔπω διψαλέῳ μάλʼ ὑπʼ ἠέρι πιληθεῖσα,
οὐδέ πω ἀζαλέοιο βολαῖς τόσον ἠελίοιο
ἰκμάδας αἰνυμένη· τὰ δʼ ἐπὶ στίχας ἤγαγεν αἰὼν
συγκρίνας· τὼς οἵγε φυὴν ἀίδηλοι ἕποντο.
ἥρωας δʼ ἕλε θάμβος ἀπείριτον· αἶψα δʼ ἕκαστος
Κίρκης εἴς τε φυήν, εἴς τʼ ὄμματα παπταίνοντες
ῥεῖα κασιγνήτην φάσαν ἔμμεναι Αἰήταο.
ἡ δʼ ὅτε δὴ νυχίων ἀπὸ δείματα πέμψεν ὀνείρων,
αὐτίκʼ ἔπειτʼ ἄψορρον ἀπέστιχε· τοὺς δʼ ἅμʼ ἕπεσθαι,
χειρὶ καταρρέξασα, δολοφροσύνῃσιν ἄνωγεν.
ἔνθʼ ἤτοι πληθὺς μὲν ἐφετμαῖς Αἰσονίδαο
μίμνεν ἀπηλεγέως· ὁ δʼ ἐρύσσατο Κολχίδα κούρην.
ἄμφω δʼ ἑσπέσθην αὐτὴν ὁδόν, ἔστʼ ἀφίκοντο
Κίρκης ἐς μέγαρον· τοὺς δʼ ἐν λιπαροῖσι κέλευεν
ἥγε θρόνοις ἕζεσθαι, ἀμηχανέουσα κιόντων.
τὼ δʼ ἄνεῳ καὶ ἄναυδοι ἐφʼ ἑστίῃ ἀίξαντε
ἵζανον, ἥ τε δίκη λυγροῖς ἱκέτῃσι τέτυκται,
ἡ μὲν ἐπʼ ἀμφοτέραις θεμένη χείρεσσι μέτωπα,
αὐτὰρ ὁ κωπῆεν μέγα φάσγανον ἐν χθονὶ πήξας,
ᾧπέρ τʼ Αἰήταο πάιν κτάνεν· οὐδέ ποτʼ ὄσσε
ἰθὺς ἐνὶ βλεφάροισιν ἀνέσχεθον. αὐτίκα δʼ ἔγνω
Κίρκη φύξιον οἶτον ἀλιτροσύνας τε φόνοιο.
τῶ καὶ ὀπιζομένη Ζηνὸς θέμιν Ἱκεσίοιο,
ὃς μέγα μὲν κοτέει, μέγα δʼ ἀνδροφόνοισιν ἀρήγει,
ῥέζε θυηπολίην, οἵῃ τʼ ἀπολυμαίνονται
νηλειεῖς ἱκέται, ὅτʼ ἐφέστιοι ἀντιόωσιν.
πρῶτα μὲν ἀτρέπτοιο λυτήριον ἥγε φόνοιο
τειναμένη καθύπερθε συὸς τέκος, ἧς ἔτι μαζοὶ
πλήμμυρον λοχίης ἐκ νηδύος, αἵματι χεῖρας
τέγγεν, ἐπιτμήγουσα δέρην· αὖτις δὲ καὶ ἄλλοις
μείλισσεν χύτλοισι, καθάρσιον ἀγκαλέουσα
Ζῆνα, παλαμναίων τιμήορον ἱκεσιάων.