Ancient Greek · ~7 min · Dactylic hexameter
Book 4, lines 4.753-4.795
Apollonius Rhodius, Argonautica 4.753-795
Not analysed yet
οὐδʼ ἄλοχον Κρονίδαο Διὸς λάθον· ἀλλά οἱ Ἶρις
πέφραδεν, εὖτʼ ἐνόησεν ἀπὸ μεγάροιο κιόντας.
αὐτὴ γάρ μιν ἄνωγε δοκευέμεν, ὁππότε νῆα
στείχοιεν· τὸ καὶ αὖτις ἐποτρύνουσʼ ἀγόρευεν·
Ἶρι φίλη, νῦν, εἴ ποτʼ ἐμὰς ἐτέλεσσας ἐφετμάς,
εἰ δʼ ἄγε λαιψηρῇσι μετοιχομένη πτερύγεσσιν,
δεῦρο Θέτιν μοι ἄνωχθι μολεῖν ἁλὸς ἐξανιοῦσαν.
κείνης γὰρ χρειώ με κιχάνεται. αὐτὰρ ἔπειτα
ἐλθεῖν εἰς ἀκτάς, ὅθι τʼ ἄκμονες Ἡφαίστοιο
χάλκειοι στιβαρῇσιν ἀράσσονται τυπίδεσσιν·
εἰπὲ δὲ κοιμῆσαι φύσας πυρός, εἰσόκεν Ἀργὼ
τάσγε παρεξελάσῃσιν. ἀτὰρ καὶ ἐς Αἴολον ἐλθεῖν,
Αἴολον, ὅς τʼ ἀνέμοις αἰθρηγενέεσσιν ἀνάσσει·
καὶ δὲ τῷ εἰπέμεναι τὸν ἐμὸν νόον, ὥς κεν ἀήτας
πάντας ἀπολλήξειεν ὑπʼ ἠέρι, μηδέ τις αὔρη
τρηχύνοι πέλαγος· Ζεφύρου γε μὲν οὖρος ἀήτω,
ὄφρʼ οἵγʼ Ἀλκινόου Φαιηκίδα νῆσον ἵκωνται.
ὧς ἔφατʼ· αὐτίκα δʼ Ἶρις ἀπʼ Οὐλύμποιο θοροῦσα
τέμνε, τανυσσαμένη κοῦφα πτερά. δῦ δʼ ἐνὶ πόντῳ
Αἰγαίῳ, τόθι πέρ τε δόμοι Νηρῆος ἔασιν.
πρώτην δʼ εἰσαφίκανε Θέτιν, καὶ ἐπέφραδε μῦθον
Ἥρης ἐννεσίῃς, ὦρσέν τέ μιν εἰς ἓ νέεσθαι.
δεύτερα δʼ εἰς Ἥφαιστον ἐβήσατο· παῦσε δὲ τόνγε
ῥίμφα σιδηρείων τυπίδων· ἔσχοντο δʼ ἀυτμῆς
αἰθαλέοι πρηστῆρες. ἀτὰρ τρίτον εἰσαφίκανεν
Αἴολον Ἱππότεω παῖδα κλυτόν. ὄφρα δὲ καὶ τῷ
ἀγγελίην φαμένη θοὰ γούνατα παῦσεν ὁδοῖο,
τόφρα Θέτις Νηρῆα κασιγνήτας τε λιποῦσα
ἐξ ἁλὸς Οὔλυμπόνδε θεὰν μετεκίαθεν Ἥρην·
ἡ δέ μιν ἆσσον ἑοῖο παρεῖσέ τε, φαῖνέ τε μῦθον·
κέκλυθι νῦν, Θέτι δῖα, τά τοι ἐπιέλδομʼ ἐνισπεῖν.
οἶσθα μέν, ὅσσον ἐμῇσιν ἐνὶ φρεσὶ τίεται ἥρως
Αἰσονίδης, οἱ δʼ ἄλλοι ἀοσσητῆρες ἀέθλου,
οἵως τέ σφʼ ἐσάωσα διὰ πλαγκτὰς περόωντας
πέτρας, ἔνθα πάρος δειναὶ βρομέουσι θύελλαι,
κύματά τε σκληρῇσι περιβλύει σπιλάδεσσιν.
νῦν δὲ παρὰ Σκύλλης σκόπελον μέγαν ἠδὲ Χάρυβδιν
δεινὸν ἐρευγομένην δέχεται ὁδός. ἀλλά σε γὰρ δὴ
ἐξέτι νηπυτίης αὐτὴ τρέφον ἠδʼ ἀγάπησα
ἔξοχον ἀλλάων, αἵ τʼ εἰν ἁλὶ ναιετάουσιν,
οὕνεκεν οὐκ ἔτλης εὐνῇ Διὸς ἱεμένοιο
λέξασθαι. κείνῳ γὰρ ἀεὶ τάδε ἔργα μέμηλεν,
ἠὲ σὺν ἀθανάταις ἠὲ θνητῇσιν ἰαύειν.