Ancient Greek · ~7 min · Dactylic hexameter
Book 4, lines 4.710-4.752
Apollonius Rhodius, Argonautica 4.710-752
Not analysed yet
καὶ τὰ μὲν ἀθρόα πάντα δόμων ἐκ λύματʼ ἔνεικαν
νηιάδες πρόπολοι, ταί οἱ πόρσυνον ἕκαστα.
ἡ δʼ εἴσω πελάνους μείλικτρά τε νηφαλίῃσιν
καῖεν ἐπʼ εὐχωλῇσι παρέστιος, ὄφρα χόλοιο
σμερδαλέας παύσειεν Ἐρινύας, ἠδὲ καὶ αὐτὸς
εὐμειδής τε πέλοιτο καὶ ἤπιος ἀμφοτέροισιν,
εἴτʼ οὖν ὀθνείῳ μεμιασμένοι αἵματι χεῖρας,
εἴτε καὶ ἐμφύλῳ προσκηδέες ἀντιόωσιν.
αὐτὰρ ἐπεὶ μάλα πάντα πονήσατο, δή τότʼ ἔπειτα
εἷσεν ἐπὶ ξεστοῖσιν ἀναστήσασα θρόνοισιν,
καὶ δʼ αὐτὴ πέλας ἷζεν ἐνωπαδίς. αἶψα δὲ μύθῳ
χρειὼ ναυτιλίην τε διακριδὸν ἐξερέεινεν.
ἠδʼ ὁπόθεν μετὰ γαῖαν ἑὴν καὶ δώματʼ ἰόντες
αὔτως ἱδρύνθησαν ἐφέστιοι. ἦ γὰρ ὀνείρων
μνῆστις ἀεικελίη δῦνεν φρένας ὁρμαίνουσαν·
ἵετο δʼ αὖ κούρης ἐμφύλιον ἴδμεναι ὀμφήν,
αὐτίχʼ ὅπως ἐνόησεν ἀπʼ οὔδεος ὄσσε βαλοῦσαν.
πᾶσα γὰρ Ἠελίου γενεὴ ἀρίδηλος ἰδέσθαι
ἦεν, ἐπεὶ βλεφάρων ἀποτηλόθι μαρμαρυγῇσιν
οἷόν τέ χρυσέην ἀντώπιον ἵεσαν αἴγλην.
ἡ δʼ ἄρα τῇ τὰ ἕκαστα διειρομένῃ κατελεξεν,
Κολχίδα γῆρυν ἱεῖσα, βαρύφρονος Αἰήταο
κούρη μειλιχίως, ἠμὲν στόλον ἠδὲ κελεύθους
ἡρώων, ὅσα τʼ ἀμφὶ θοοῖς ἐμόγησαν ἀέθλοις,
ὥς τε κασιγνήτης πολυκηδέος ἤλιτε βουλαῖς,
ὥς τʼ ἀπονόσφιν ἄλυξεν ὑπέρβια δείματα πατρὸς
σὺν παισὶν Φρίξοιο· φόνον δʼ ἀλέεινεν ἐνισπεῖν
Ἀψύρτου. τὴν δʼ οὔτι νόῳ λάθεν· ἀλλὰ καὶ ἔμπης
μυρομένην ἐλέαιρεν, ἔπος δʼ ἐπὶ τοῖον ἔειπεν·
σχετλίη, ἦ ῥα κακὸν καὶ ἀεικέα μήσαο νόστον.
ἔλπομαι οὐκ ἐπὶ δήν σε βαρὺν χόλον Αἰήταο
ἐκφυγέειν· τάχα δʼ εἶσι καὶ Ἑλλάδος ἤθεα γαίης
τισόμενος φόνον υἷος, ὅτʼ ἄσχετα ἔργʼ ἐτέλεσσας.
ἀλλʼ ἐπεὶ οὖν ἱκέτις καὶ ὁμόγνιος ἔπλευ ἐμεῖο,
ἄλλο μὲν οὔτι κακὸν μητίσομαι ἐνθάδʼ ἰούσῃ·
ἔρχεο δʼ ἐκ μεγάρων ξείνῳ συνοπηδὸς ἐοῦσα,
ὅντινα τοῦτον ἄιστον ἀείραο πατρὸς ἄνευθεν·
μηδέ με γουνάσσηαι ἐφέστιος, οὐ γὰρ ἔγωγε
αἰνήσω βουλάς τε σέθεν καὶ ἀεικέα φύξιν.
ὧς φάτο· τὴν δʼ ἀμέγαρτον ἄχος λάβεν· ἀμφὶ δὲ πέπλον
ὀφθαλμοῖσι βαλοῦσα γόον χέεν, ὄφρα μιν ἥρως
χειρὸς ἐπισχόμενος μεγάρων ἐξῆγε θύραζε
δείματι παλλομένην· λεῖπον δʼ ἀπὸ δώματα Κίρκης.