Ancient Greek · ~7 min · Dactylic hexameter
Book 4, lines 4.842-4.881
Apollonius Rhodius, Argonautica 4.842-881
Not analysed yet
ἦ, καὶ ἀναΐξασα κατʼ αἰθέρος ἔμπεσε δίναις
κυανέου πόντοιο· κάλει δʼ ἐπαμυνέμεν ἄλλας
αὐτοκασιγνήτας Νηρηίδας· αἱ δʼ ἀίουσαι
ἤντεον ἀλλήλῃσι· Θέτις δʼ ἀγόρευεν ἐφετμὰς
Ἥρης· αἶψα δʼ ἴαλλε μετʼ Αὐσονίην ἅλα πάσας.
αὐτὴ δʼ ὠκυτέρη ἀμαρύγματος ἠὲ βολάων
ἠελίου, ὅτʼ ἄνεισι περαίης ὑψόθι γαίης,
σεύατʼ ἴμεν λαιψηρὰ διʼ ὕδατος, ἔστʼ ἀφίκανεν
ἀκτὴν Αἰαίην Τυρσηνίδος ἠπείροιο.
τοὺς δʼ εὗρεν παρὰ νηὶ σόλῳ ῥιπῇσί τʼ ὀιστῶν
τερπομένους· ἡ δʼ ἆσσον ὀρεξαμένη χερὸς ἄκρης
Αἰακίδεω Πηλῆος· ὁ γάρ ῥά οἱ ἦεν ἀκοίτης·
οὐδέ τις εἰσιδέειν δύνατʼ ἔμπεδον, ἀλλʼ ἄρα τῷγε
οἴῳ ἐν ὀφθαλμοῖσιν ἐείσατο, φώνησέν τε·
μηκέτι νῦν ἀκταῖς Τυρσηνίσιν ἧσθε μένοντες,
ἠῶθεν δὲ θοῆς πρυμνήσια λύετε νηός,
Ἥρῃ πειθόμενοι ἐπαρηγόνι. τῆς γὰρ ἐφετμῇς
πασσυδίῃ κοῦραι Νηρηίδες ἀντιόωσιν,
νῆα διὲκ πέτρας, αἵ τε Πλαγκταὶ καλέονται,
ῥυσόμεναι. κείνη γὰρ ἐναίσιμος ὔμμι κέλευθος.
ἀλλὰ σὺ μή τῳ ἐμὸν δείξῃς δέμας, εὖτʼ ἂν ἴδηαι
ἀντομένην σὺν τῇσι· νόῳ δʼ ἔχε, μή με χολώσῃς
πλεῖον ἔτʼ, ἢ τὸ πάροιθεν ἀπηλεγέως ἐχόλωσας.
ἦ, καὶ ἔπειτʼ ἀίδηλος ἐδύσατο βένθεα πόντου·
τὸν δʼ ἄχος αἰνὸν ἔτυψεν, ἐπεὶ πάρος οὐκέτʼ ἰοῦσαν
ἔδρακεν, ἐξότε πρῶτα λίπεν θάλαμόν τε καὶ εὐνὴν
χωσαμένη Ἀχιλῆος ἀγαυοῦ νηπιάχοντος.
ἡ μὲν γὰρ βροτέας αἰεὶ περὶ σάρκας ἔδαιεν
νύκτα διὰ μέσσην φλογμῷ πυρός· ἤματα δʼ αὖτε
ἀμβροσίῃ χρίεσκε τέρεν δέμας, ὄφρα πέλοιτο
ἀθάνατος, καί οἱ στυγερὸν χροῒ γῆρας ἀλάλκοι.
αὐτὰρ ὅγʼ ἐξ εὐνῆς ἀνεπάλμενος εἰσενόησεν
παῖδα φίλον σπαίροντα διὰ φλογός· ἧκε δʼ ἀυτὴν
σμερδαλέην ἐσιδών, μέγα νήπιος· ἡ δʼ ἀίουσα
τὸν μὲν ἄρʼ ἁρπάγδην χαμάδις βάλε κεκληγῶτα,
αὐτὴ δὲ πνοιῇ ἰκέλη δέμας, ἠύτʼ ὄνειρος,
βῆ ῥʼ ἴμεν ἐκ μεγάροιο θοῶς, καὶ ἐσήλατο πόντον
χωσαμένη· μετὰ δʼ οὔτι παλίσσυτος ἵκετʼ ὀπίσσω.
τῶ μιν ἀμηχανίη δῆσεν φρένας· ἀλλὰ καὶ ἔμπης
πᾶσαν ἐφημοσύνην Θέτιδος μετέειπεν ἑταίροις.