Ancient Greek · ~7 min · Dactylic hexameter
Book 4, lines 4.882-4.923
Apollonius Rhodius, Argonautica 4.882-923
Not analysed yet
οἱ δʼ ἄρα μεσσηγὺς λῆξαν καὶ ἔπαυσαν ἀέθλους
ἐσσυμένως, δόρπον τε χαμεύνας τʼ ἀμφεπένοντο,
τῇς ἔνι δαισάμενοι νύκτʼ ἄεσαν, ὡς τὸ πάροιθεν.
ἦμος δʼ ἄκρον ἔβαλλε φαεσφόρος οὐρανὸν Ἠώς,
δὴ τότε λαιψηροῖο κατηλυσίῃ ζεφύροιο
βαῖνον ἐπὶ κληῖδας ἀπὸ χθονός· ἐκ δὲ βυθοῖο
εὐναίας εἷλκον περιγηθέες ἄλλα τε πάντα
ἄρμενα μηρύοντο κατὰ χρέος· ὕψι δὲ λαῖφος
εἴρυσσαν τανύσαντες ἐν ἱμάντεσσι κεραίης.
νῆα δʼ ἐυκραὴς ἄνεμος φέρεν. αἶψα δὲ νῆσον
καλήν, Ἀνθεμόεσσαν ἐσέδρακον, ἔνθα λίγειαι
Σειρῆνες σίνοντʼ Ἀχελωίδες ἡδείῃσιν
θέλγουσαι μολπῇσιν, ὅτις παρὰ πεῖσμα βάλοιτο.
τὰς μὲν ἄρʼ εὐειδὴς Ἀχελωίῳ εὐνηθεῖσα
γείνατο Τερψιχόρη, Μουσέων μία· καί ποτε Δηοῦς
θυγατέρʼ ἰφθίμην ἀδμῆτʼ ἔτι πορσαίνεσκον
ἄμμιγα μελπόμεναι· τότε δʼ ἄλλο μὲν οἰωνοῖσιν,
ἄλλο δὲ παρθενικῇς ἐναλίγκιαι ἔσκον ἰδέσθαι.
αἰεὶ δʼ εὐόρμου δεδοκημέναι ἐκ περιωπῆς
ἦ θαμὰ δὴ πολέων μελιηδέα νόστον ἕλοντο,
τηκεδόνι φθινύθουσαι· ἀπηλεγέως δʼ ἄρα καὶ τοῖς
ἵεσαν ἐκ στομάτων ὄπα λείριον. οἱ δʼ ἀπὸ νηὸς
ἤδη πείσματʼ ἔμελλον ἐπʼ ἠιόνεσσι βαλέσθαι,
εἰ μὴ ἄρʼ Οἰάγροιο πάις Θρηίκιος Ὀρφεὺς
Βιστονίην ἐνὶ χερσὶν ἑαῖς φόρμιγγα τανύσσας
κραιπνὸν ἐυτροχάλοιο μέλος κανάχησεν ἀοιδῆς,
ὄφρʼ ἄμυδις κλονέοντος ἐπιβρομέωνται ἀκουαὶ
κρεγμῷ· παρθενικὴν δʼ ἐνοπὴν ἐβιήσατο φόρμιγξ.
νῆα δʼ ὁμοῦ ζέφυρός τε καὶ ἠχῆεν φέρε κῦμα
πρυμνόθεν ὀρνύμενον· ταὶ δʼ ἄκριτον ἵεσαν αὐδήν.
ἀλλὰ καὶ ὧς Τελέοντος ἐὺς πάις, οἶος ἑταίρων
προφθάμενος, ξεστοῖο κατὰ ζυγοῦ ἔνθορε πόντῳ
Βούτης, Σειρήνων λιγυρῇ ὀπὶ θυμὸν ἰανθείς·
νῆχε δὲ πορφυρέοιο διʼ οἴδματος, ὄφρʼ ἐπιβαίη,
σχέτλιος. ἦ τέ οἱ αἶψα καταυτόθι νόστον ἀπηύρων,
ἀλλά μιν οἰκτείρασα θεὰ Ἔρυκος μεδέουσα
Κύπρις ἔτʼ ἐν δίναις ἀνερέψατο, καί ῥʼ ἐσάωσεν
πρόφρων ἀντομένη Λιλυβηίδα ναιέμεν ἄκρην.
οἱ δʼ ἄχεϊ σχόμενοι τὰς μὲν λίπον, ἄλλα δʼ ὄπαζον
κύντερα μιξοδίῃσιν ἁλὸς ῥαιστήρια νηῶν.
τῇ μὲν γὰρ Σκύλλης λισσὴ προυφαίνετο πέτρη·
τῇ δʼ ἄμοτον βοάασκεν ἀναβλύζουσα Χάρυβδις·