Ancient Greek
Fragment 12
Apollonius Rhodius, Fragmenta 12
Not analysed yet
Ἔνθα δὲ Πηλεΐδης κατὰ μὲν κτάνε Λάμπετον Ἴρου,
κὰδ δ' Ἱκετάονα πέφνεν ἰθαιγενέος Λεπετύμνου
υἱέα Μηθύμνης τε, καὶ ἀλκηέστατον ἄλλων
αὐτοκασίγνητον Ἑλικάονος ἔνδοθι πάτρης
†τηλίκον Ὑψίπυλον· θαλερὴ δέ μιν ἄασε Κύπρις.
Ἡ γὰρ ἐπ' Αἰακίδῃ κούρης φρένας ἐπτοίησεν
Πεισιδίκης, ὅτε τόν γε μετὰ προμάχοισιν Ἀχαιῶν
χάρμῃ ἀγαλλόμενον θηέσκετο, πολλὰ δ' ἐς ὑγρὴν
ἠέρα χεῖρας ἔτεινεν ἐελδομένη φιλότητος.
Δέκτο μὲν αὐτίκα λαὸν Ἀχαιϊκὸν ἔνδοθι πάτρης
παρθενική, κληῖδας ὑποχλίσσασα πυλάων,
ἔτλη δ' οἷσιν ἰδέσθαι ἐν ὀφθαλμοῖσι τοκῆας
χαλκῷ ἐληλαμένους, καὶ δούλια δεσμὰ γυναικῶν
ἑλκομένων ἐπὶ νῆας ὑποσχεσίῃς Ἀχιλῆος,
ὄφρα νυὸς γλαυκῆς Θέτιδος πέλοι, ὄφρα οἱ εἶεν
πενθεροὶ Αἰακίδαι, Φθίῃ δ' ἔνι δώματα ναίοι
ἀνδρὸς ἀριστῆος πινυτὴ δάμαρ (οὐδ' ὅ γ' ἔμελλεν
τὰ ῥέξειν), ὀλοῷ δ' ἐπαγάσσατο πατρίδος οἴτῳ·
ἔνθ' ἥ γ' αἰνότατον γάμον εἴσιδε Πηλείδαο
Ἀργείων ὑπὸ χερσὶ δυσάμμορος, οἵ μιν ἔπεφνον
πανσυδίῃ θαμινῇσιν ἀράσσοντες λιθάδεσσιν.