Ancient Greek
106.1
Apollonius, Apotelesmata [Sp.] 106.1
Unproofread scanNot analysed yet
προσπέτεσθαι φησιν τοὺς ἀκέντροους, τῶν δ᾽ LIII (58). Τὸν δὲ μόνωπον γίνεσθαι μέν φασιν ἐν Παιονίᾳ ἐν τῷ ὄρει Μαχσάνῳ, ὀδόντας δὲ τοὺς ἄνωθεν οὐκ ἔχειν, ὥσπερ βοῦν, οὐδ᾽ ἄλλο τῶν δικεράτων οὐδέν, καὶ τὰλλα προσεμφερὲς εἶναι τῷ ταύρῳ. διωκόμενον δὲ προσαφοδεύειν πόρρωθεν, καὶ τὴν κόπρον, ὅταν πεφορημένος τοῦτο ποιήσῃ, ἐπικάλειν οὕτως ὥστε τὰς τρίχας ἀπορρεῖν τῶν κυνῶν· ἂν δ᾽ ἄνευ φόβου τοῦτο ποιήσῃ, οὐδὲν πάσχειν οὐδὲ βλάπτεσθαι. LIV . . . ὁ δ᾽ ἂν ὀχεύσῃ καὶ ἐγκυον ποιήσῃ, τοῦτον πάλιν οὐχ ἅπτεσθαι. (59) τῷ δὲ Σκυθῶν βασιλεῖ ἵππον φασὶ γενναίαν γενέσθαι· ταύτῃ τὸν ἐξ αὐτῆς γεννηθέντα πώλον προσάγειν, ἵνα ὀχεύσῃ, τὸν δ᾽ οὐ θέλειν· ὡς δὲ περικαλύψαντες προσἥγαγον τὴν ἵππον ἀναβῆναι, ἀποκαλυφθεῖσης δὲ ἰδόντα τὸ πρόσωπον φεύγειν καὶ κατακρημνίσαι ἑαυτόν. LV (60). Τῶν θαλαττίων δὲ ζῴων ἡμερώτατον εἶναι δελφῖνα· καὶ γὰρ πρὸς παῖδας ἐρωτικῶς ἔχειν, οἷον περὶ Τάραντα καὶ Καρίαν καὶ ἄλλους τόπους πολλούς. ἐν δὲ Καρίᾳ δεθέντος δελφῖνος καὶ τραύματα λαβόντος πολλὰ παραγενέσθαι πολλοὺς ἐπὶ βοηθείαν εἰς τὸν λιμένα, ἕως ἀφῆκεν ὁ ἁλιεύς. LVI (61). Περὶ δὲ τοῦ τόκου τῶν λύκων μυθη- 3. μόνωπον nos in ann. Austr. p. 123 μόνωτον cod. μόνωπον Aristoteles μόνωπα Aelianus. |10. κυνῶν W. et Ari- stoteles κτηνῶν cod. |12. principium sententiae excidisse probat W. :agitur enim de elephante. |14. γενναίων cod. γενναίαν Meursius. |25. ἁλιεύς] Plinius in Aristotele legit βασιλεύς.