Ancient Greek
119.1
Apollonius, Apotelesmata [Sp.] 119.1
Unproofread scanNot analysed yet
CXIII (123). Τὰ δὲ παιδία ἄχρι γένεσθαι τετ-ταράκοντα ἡμερῶν ἐγρηγορότα μὲν οὐ γελᾶν οὐδὲ δακρύειν, ὑπνοῦντα δὲ ἀμφότερα. CXIV (124). Καὶ φυσιολογεῖ δὲ τινὰ τοι-αῦτα· τοῖς τὸ μέτωπον μέγα ἔχουσιν βραδυτέροις γίνεσθαι, μικρὸν δὲ εὐκινήτοις (ὡς ἐπὶ τὸ πολὺ προστιθεὶς ἐν ἑκάστοις), οἷς πλατὺ ἐκστατικοῖς. (125). ὀφρύς εὐθείας μαλακοῦ ἦθους, πρὸς τὴν ὄψιν κεκαμμένας στρυφνοῦ, πρὸς τοὺς κροτάφους μάχου καὶ εἰρωνίας. (126). κανθοὺς κρεώδεις πονηρίας, ὥστε μέσα βελτίστου ἦθους, τὰ δὲ μεγάλα καὶ ἐπανεστηκότα μωρολογίας καὶ ἀδολεσχίας.