Ancient Greek
129.2
Apollonius, Apotelesmata [Sp.] 129.2
Unproofread scanNot analysed yet
CLVII (173). Περὶ δὲ τὴν ἐν Κιττῶ φάσκειν Νικαγόραν ὅτι ἀνιμηδείσης ἐπ’ ὀλίγου τῆς γῆς ἄλες εὑρίσκονται. CLVIII (174). Περὶ δὲ τῶν ἄλλων ὑδάτων Θεόφραστόν φησι τὸ καλούμενον Στυγὸς ὕδωρ λέγειν, ὅτι ἐστὶν ἐν Φενεῷ, στάζει δ’ ἐκ τινος πετριδίου· τοὺς δὲ βουλομένους αὐτοῦ ὑδρεύεσθαι σπόγγοις πρὸς ξύλοις δεδεμένοις λαμβάνειν, διακόπτειν δὲ πάντα τὰ ἄγγεια πλὴν τῶν κερατίνων, τὸν δὲ ἀπογευσάμενον τελευτᾶν.