Ancient Greek
153.9
Apollonius, Apotelesmata [Sp.] 153.9
Unproofread scanNot analysed yet
συνθέμενος τοῖς ὁμοτέχν τὴν πρᾶξιν ἐρωτώμενον αὐτόν· διόπερ σιωπήσασα ἀπήλθεν. ὄρθρου δὲ γενομένου τὴν μὲν εἰτε διὰ θείαν βούλησιν εἰτε κατ’ αὐτοματισμὸν λαθοῦσαν ἀπελθεῖν συνέβη, τὴν δὲ παραγενομένην διὰ τὴν ἀπό- 5 λυσιν δυσφορεῖν τῷ νεανίσκῳ καὶ πάντα ἐξ ἀρ- 5 χῆς ἐξηγησάμενον ἀξιοῦν [περὶ τὰ γόνατα περιπλεκομένην τοῦ Μαχάτου] τὴν ἀλήθειαν εἰπεῖν μηδὲν ἀποκρυψάμενον· ὁ δὲ νεανίσκος ἀγωνιάσας τὴν ἀρχὴν μὲν διεταράχθη, μόλις δὲ ποτε τὸ ὄνομα διεσάφησεν, ὅτι Φιλίννιον εἴη· καὶ τὴν ἀρχὴν διηγήσατο τῆς εἰσ- 10 ὁδοῦ καὶ τὴν ἐπιθυμίαν αὐτῆς ἐδήλωσεν ὅση, καὶ ὅτι λάθρα τῶν γεννησάντων ἔφη παραγίνεσθαι πρὸς αὐτόν, τὰ τε ὑπολειμμένα ὑπὸ τῆς ἀνθρώπου βουλόμενος ποιῆσαι τὸ πρᾶγμα πιστόν, ἀνοίξας τὸν ὄισκον, ἐξαῖρεῖ τὸν τε δακτύλιον τὸν χρυσοῦν, ὃν 15 ἔλαβεν παρ’ αὐτῆς, καὶ τὴν στηθοδεσμίδα, ἣν ἀπολελοῖπε τῇ πρότερον νυκτί. ὡς δὲ εἶδεν ἡ Χαρίτω τηλικαῦτα σημεῖα, ἀναβοᾶ, καὶ διαρρήξασα ἑαυτῆς τὰ τε ἐνδύματα καὶ τὸ ἱμάτιον, ἀπὸ τε τῆς κεφαλῆς ῥίψασα τὸν κεκρύφαλον, πεσοῦσά τε εἰς τὴν 20 γῆν καὶ περιχυθεῖσα τοῖς γνωρίμοις, ἐξ ἀρχῆς ἐποίησε τὸ πένθος. θεωρῶν δὲ ὁ ξένος τὸ γινόμενον καὶ πάντας ὄντας ὑπερπαθεῖς καὶ θρηνούντας, ὡς ἂν νῦν μέλλοντας κατορῦντειν τὴν ἄνθρωπον, συνέχειτο καὶ παρεκάλει δεόμενος παῦσασθαι, ἐπαγ- 25 γελλόμενος ἐὰν παραγένηται δεῖξαι αὐτήν. ἡ δὲ πεισθεῖσα καὶ ἐντειλαμένη αὐτῷ φροντίζειν μὴ