Ancient Greek
16.7
Apollonius, Apotelesmata [Sp.] 16.7
Unproofread scanNot analysed yet
c. III. Φασὶ τὴν φώκην ἐξεμεῖν τὴν πιτύαν, ὅταν ἄλισκηται· εἶναι δὲ φαρμακῶδες καὶ τοῖς ἐπιληπτικοῖς χρήσιμον. c. CXXXIX (151). Ἐν Ἄργει δὲ· φασὶ γίνεσθαι ἄκριδος τι γένος, ὃ καλεῖται σκορπιομάχον. ὅταν γὰρ ἴδῃ τάχιστα σκορπίον, ἀνθίσταται αὐτῷ· ὡσαύτως δὲ καὶ ὁ σκορπίος ἐκείνῃ· καὶ κύκλῳ περιουσα τρίξει περὶ αὐτόν· τὸν δὲ τὸ κέντρον ἐπαίροντα ἀντιπριάγειν ἐν τῷ αὐτῷ τόπῳ, εἶτα κατὰ μικρὸν ἀνέναι τὸ κέντρον, καὶ τέλος ὅλον ἐκτείνεσθαι, τῆς ἀκρίδος κύκλῳ τρεχούσης.