Ancient Greek
161.8
Apollonius, Apotelesmata [Sp.] 161.8
Unproofread scanNot analysed yet
περιδεῖν κατακυνθὲν τὸ παιδίον ὑφ᾽ ὑμῶν διὰ φάσκοντες, ὡς ὄντος μεγάλου τοῦ πράγματος καὶ οὐ τῆς τυχοῦσης αὐτοῖς ἀπορίας. συνιδὼν δὲ αὐτούς οὐ προσέχοντας, ἀλλ’ ἐμποδίζοντας αὐτοῦ τὴν βούλησιν, ἐφθέγξατο αὐθίς τάδε· »ἀλλ’ οὖν γε, ὦ ἄνδρες πολῖται, ἐὰν ὑμῖν συμβαίνῃ τι τῶν δυσχε- 5 ρεστέρων διὰ τὴν ἀβουλίαν, μὴ ἐμὲ αἰτιάσθε, ἀλλὰ τὴν τύχην τὴν οὕτως ἐπὶ τὸ χεῖρον ὑμᾶς ποδηγοῦσαν, ἥτις ἐναντιουμένη κάμολ παρανομεῖν ἀναγκάζει με εἰς τὸ ἴδιον τέκνον. «τοῦ δὲ ὄχλου συνδραμόντος καὶ περὶ τὴν αρσιν τοῦ τέρατος ἔχον- 10 τος, ἐπιλαβόμενος τοῦ παιδίου καὶ τοὺς πλείστους αὐτῶν ἀνειρξας ἰταμώτερον διέσπασέ τε αὐτὸ καὶ ἧσθιε. κραυγῆς δὲ γενομένης καὶ λίθων ἐπ’ αὐτὸν ἐκριπτομένων ὑπέλαμβανον τροπὴν αὐτοῦ ποιήσασθαι. ὁ δὲ ἄπληκτος ὢν ὑπὸ τῶν λίθων τὸ σῶμα 15 πᾶν τοῦ παιδίου κατανάλωσε πλὴν τῆς κεφαλῆς καὶ αὐτίκα ἀφανὴς ἐγένετο. δυσφορούντων δ’ αὐτῶν ἐπὶ τοῖς γενομένοις καὶ ἐν ἀπορίᾳ καθεστηκότων οὐ τῇ τυχοῦσῃ, βουλομένων τε ἀποστεῖλαι εἰς Δελφοὺς, φθέγγεται ἡ κεφαλὴ τοῦ παιδίου ἐπὶ 20 τοῦ ἐδάφους κειμένη καὶ λέγει χρησμῷ τὰ ἀποβησόμενα·