Ancient Greek
165.8
Apollonius, Apotelesmata [Sp.] 165.8
Unproofread scanNot analysed yet
καὶ πέμψει φύλον θρασυκάρδιον εἰς χθόνα τὴν σὴν, ἠυτρέπιζόν τε θυσίας δημοτελεῖς ἀπαρχὰς τε ἐξ ἔθους. τούτων δὲ ἐπιτελουμένων ὁ στρατηγὸς Πόπλιος ἐμμανὴς γενόμενος καὶ παράφρων ἀποφθέγγεται πολλά τινα ἐνθουσιωδῶς, τὰ μὲν ἐν μέτρῳ, ἔστιν δ’ ἄ καὶ καταλογάδην. διαγγελθέντος δὲ τῷ 5 πλήθει τοῦ πράγματος συνέθεον πάντες πρὸς τὴν σκηνὴν τοῦ Ποπλίου, ἅμα μὲν ὑπαγωνιῶντες καὶ ἐκπεπληγμένοι ἐπὶ τῷ τὸν κράτιστον αὐτῶν καὶ δυνάμενον ἀρχειεῖσθαι μετ’ ἐμπειρίας ἤτυχηκέναι, ἅμα δὲ ἀκούειν βουλόμενοι τὰ λεγόμενα, <τοσοῦτος 10 ἐγένετο ὠθισμός,> ὥστε τινὰς αὐτῶν πιεσθέντας βιαϊότερον ἀποπνιγῆναι. τὰ μὲν οὖν ἐν μέτρῳ ῥηθέντα ὑπ’ αὐτοῦ, ἐτι ὄντος ἐν τῇ σκηνῇ, ἔστιν τάδε·