Ancient Greek
169.10 to 170.1
Apollonius, Apotelesmata [Sp.] 169.10-170.1
Unproofread scanNot analysed yet
μάρψας εἰς ’Ασίην ἄξει διὰ κύμα περήσας. οἷσιν ’Αθηναίη χόλον ἄγριον ἐν φρεσὶ θῆκεν, ἅπτεσθαι θείου καρήατος· ἀλλὰ πέπανσο, μαντοσύνην τ’ ἐπάκουσον ἀληθέα τὴν περ’ ἐφ’ σοι. ἥξει γὰρ χθόνα τήνδε πολλὺς καὶ κακτερός ’Αρης, ὃς λαὸν μὲν ἐνόπλον ὑπὸ σκότον ’Αἴδι πέμψει, φήσει δ’ αὖ λιτίνοὺς πύργους καὶ τεῖχεα μακρά, ταῦτά σοι εἴρηκεν νημερτέα Φοῖβος Ἀπόλλων Πύθιος, ὃς μοι ἔδον κρατερὸν θεράποντ᾽ ἐπιπέμφας ἤγαγεν εἰς μακάρων τε δόμους καὶ Περσεφονείας. ἀκούσαντες δὲ τῶν ἐπῶν τούτων οὐ μετριῶς ἐταράχθησαν, ἰδρύσάμενοί τε ναὸν Ἀπόλλωνος Λυκίου καὶ βωμόν, οὔπερ ἔκειτο ἡ κεφαλή, ἐνἔβησαν εἰς τὰς ναῦς καὶ ἀπέπλεον ἕκαστοι ἐπὶ τὰς ἑαυτῶν πατρίδας. καὶ συνέβη ἅπαντα τὰ ὑπὸ τοῦ Ποπλίου ῥηθέντα γενέσθαι.