Ancient Greek
198.4
Apollonius, Apotelesmata [Sp.] 198.4
Unproofread scanNot analysed yet
XVII. Ἰησοῦς ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ, ὁ κύριος ἡμῶν, κατὰ τὰς περὶ αὐτοῦ προφητείας ἐπὶ τὸ πάθος προῆλθεν ἔτους ιδ τῆς Τιβεριίου βασιλείας. καθ’ ὃν καιρὸν καὶ ἐν ἄλλοις μὲν Ἕλλησικοῖς ὑπομνήμασιν εὑρομεν ἱστορούμενα κατὰ λέξιν ταῦτα· ,,ὁ ἥλιος ἐξέλιπε· Βιθυνία ἐσεισθη· Νικαίας τὰ πολλά ἐπεσεν· “ὃ καὶ συμβαίνει τοῖς περὶ τὸ πάθος τοῦ Σωτῆρος ἡμῶν συμβεβηκόσι. γράφει. δὲ καὶ Φλέγων ὁ τὰς Ὀλυμπιάδας (sc. συναγαγών) περὶ τῶν αὐτῶν ἐν τῷ τρισκαιδεκάτῃ ὧμασιν αὐτοῖς τάδε· τῷ δ’ ἔτει τῆς σβ’ Ὀλυμπιάδος ἐγένετο ἐκλειψις ἡλίου μεγίστη τῶν ἐγνωρισμένων πρότερον, καὶ νῦν ὥρα ἐκτη τῆς ἡμέρας ἐγένετο, ὥστε καὶ ἀστέρας ἐν οὐρανῷ φαίνεσθαι· σεισμός τε μέγας κατὰ Βιθυνίαν γενομένου τὰ πολλὰ Νικαίας κατεστρέφοντο. Syncellus p. 324 D. ex Euseb. chron. II p. 149 Sch.