Ancient Greek
208.3
Apollonius, Apotelesmata [Sp.] 208.3
Unproofread scanNot analysed yet
XXXIX. Θεόπομπος κρήνην ἐν Ὠρχῇ λέγει εἶναι, ἐξ ἧς οἱ λουσάμενοι μεταλλάττουσι τὸν βίον. XL. Ἀκύλιος ὁ Ῥωμαῖος ἱστορικὸς φησι τὴν Σικελίαν πρὸ τοῦ κατακλυσμοῦ μὴ νῆσον εἶναι ὡς σήμερον, ἀλλ’ ἥπειρον γενέσθαι συννημένην τῇ ὑστερὸν Ἰταλίᾳ. ἐκ δὲ τῆς ἐπιχλύσεως τῶν ῥευμάτων τῶν ὀξέων ἀποσπασθεῖσαν τοῦ Ἀπεννίνου, κατὰ τὸ Σκύλλαιον φαγεῖσης τῆς ἠπείρου, νῆσον ἀποκαταστῆναι καὶ διὰ τοῦτο Ῥήγιον κληθῆναι τὸ πλευρὸν τῆς Ἰταλίας ἐκεῖνο.