Ancient Greek
90.1
Apollonius, Apotelesmata [Sp.] 90.1
Unproofread scanNot analysed yet
ΙΣΤΟΡΙΩΝ ΠΑΡΑΔΟΣΕΩΝ ΣΥΝΑΓΩΓΗ. I. Τίμαιος ὁ τὰς Σικελικὰς ἱστορίας συγγεγραφὼς ἐν Ῥηγίῳ φησι τοὺς Λοκροὺς καὶ τοὺς Ῥηγίνους ὁρίζοντος Ἄλκηος καλουμένου ποταμοῦ τῶν τεττίγων τοὺς μὲν ἐν τῇ Λοκρικῇ ἄδειν, τοὺς δὲ ἐν τῇ Ῥηγίνων ἀφώνους εἶναι. λέγεται δὲ τι τοῦτοῦ μυθωδέστερον· ἀφικομένων γὰρ εἰς Δελφοὺς κιθαρωδῶν Ἀρίστωνος μὲν ἐκ Ῥηγίου, παρὰ δὲ Λοκρῶν Εὐνόμου, καὶ περὶ τοῦ κλήρου πρὸς ἑαυτοὺς εἰς ἀντιλογίαν ἐλθόντων, ὁ μὲν οὐκ ἤθετο δεῖν ἐλαττοῦσθαι, τῆς ὅλης Ῥηγίνων ἀποικίας ἐκ Δελφῶν καὶ παρὰ τοῦ θεοῦ γεγενημένης, ὁ δὲ κατέτρεχεν, ὅτι τὸ παράπαν οὐδὲ κιθαρωδεῖν καδῆκει, παρ' οἷς οὐδ' οἱ τέττιγες ᾄδουσιν. εὐημερήσαντος γοῦν τοῦ Ῥηγίνου ἐν τῷ ἀγῶνι, ἐνίκησεν Εὐνόμος ὁ Λοκρὸς παρὰ τοιαύτην αἰτίαν· ἄδοντος αὐτοῦ μεταξὺ τέττιξ ἐπὶ τὴν λύραν ἐπιπτὰς ᾖδεν, ἡ δὲ πανήγυρις ἀνεβόησεν ἐπὶ τῷ γεγονότι καὶ ἐκέλευσεν ἔαν.