Ancient Greek
93.1
Apollonius, Apotelesmata [Sp.] 93.1
Unproofread scanNot analysed yet
αὐτὴν ἀφανισθῆναι, τὸν δὲ Ἥφαιστον εἰς γῆν πε-σόντα προῖσθαι τὸ σπέρμα, τὴν δὲ γῆν ὕστεροναὐτῷ ἀναδοῦναι Ἐριχθόνιον, ὃν τρέφειν τὴν Ἀθη-νᾶν καὶ εἰς κίστην καθιέζαι καὶ παραδέσθαι ταῖςΚέκροπος παισίν, Ἀγραύλῳ καὶ Πανδρόσῳ καὶ Ἔρση,καὶ ἐπιτάζει μὴ ἀνοίγειν τὴν κίστην, ἕως ἂν αὐτὴἔλθῃ. ἀφικομένην δὲ εἰς Πελλήνην φέρειν ὄρος, ἵναἔργμα πρὸ τῆς ἀκροπόλεως ποιήσῃ, τὰς δὲ Κεκρο-πος θυγατέρας τὰς δύο, Ἀγραύλον καὶ Πάνδροσον,τὴν κίστην ἀνοῖξαι καὶ ἰδεῖν δράκοντας δύο περὶτὸν Ἐριχθόνιον· τῇ δὲ Ἀθηνᾷ φερούσῃ τὸ ὄρος,ὃ νῦν καλεῖται Λυκαβηττός, κορώνην φησὶν ἀπαν-τῆσαι καὶ εἰπεῖν, ὅτι Ἐριχθόνιος ἐν φανερῷ, τήνδε ἀκούσασαν δίψαι τὸ ὄρος ὅπου νῦν ἐστίν· τῇ δὲκορώνῃ διὰ τὴν κακογγελίαν εἰπεῖν, ὡς εἰς ἀκρό-πολιν οὐ θέμις αὐτῇ ἐσται ἀφικέσθαι.