Ancient Greek
94.1
Apollonius, Apotelesmata [Sp.] 94.1
Unproofread scanNot analysed yet
δύο κόρακες ἐφ’ ἅμαξίου χαλκοῦ, διὰ τὸ μηδὲ ποτε πλείους τούτων ἁφθαι. ἡ δὲ ἅμαξα προσπαρακείται διὰ τοιαύτην αἰτίαν· ξένον γὰρ ἴσως ἂν καὶ τοῦτο φανείη. ἔστιν αὐτοῖς ἀνακειμένη χαλκή, ἣν ὅταν αὐχμὸς ἢ σείοντες ὕδωρ αἰτοῦνται τὸν θεόν, καὶ φασὶ γίνεσθαι. τοῦτον δὲ τι ἰδιαίτερον ὁ Θεόπομπος λέγει· φησὶν γὰρ ἕως τοῦτον διατρίβειν αὐτοὺς ἐν τῷ Κράννῳ, ἕως ἂν τοὺς νεοττοὺς ἐκνεοττεύσωσιν, τοῦτο δὲ ποιήσαντας τοὺς μὲν νεοττοὺς καταλείπειν, αὐτοὺς δὲ ἀπιέναι. 16 καὶ ἐν Ἐκβατάνοις δὲ καὶ ἐν Πέρσαις Κτησίας ἱστορεῖ παραπλήσιόν τι τούτοις· διὰ δὲ τὸ αὐτὸ πολλὰ ψεύδεσθαι παρελείπομεν τὴν ἐκλογήν· καὶ γὰρ ἐφαίνετο τερατώδης. 17 Μυρσίλος δὲ ὁ Λέσβιος ἐν τῷ ὄρει φησὶ Λεπετύμνῳ ἱερὸν Ἀπόλλωνος εἶναι καὶ ἱρῶν Λεπετύμνου, ἐφ’ ᾧ, καθάπερ ἐν τῷ Κράννῳ, δύο μόνον εἶναι κόρακας, ὄντων οὐκ ὀλίγων ἐν τοῖς πλησίον τόποις.