Ancient Greek
96.23 to 97.4
Apollonius, Apotelesmata [Sp.] 96.23-97.4
Unproofread scanNot analysed yet
λέαινα δις οὐ κυνίσκεται· τοῖς γὰρ ἐμβρύοις, ὡς ὁ δὲ Ἀριστοτέλης καὶ ἐκ τῶν συμβολῶν φησὶν σαπέντων σκορπίους γίνεσθαι. XX (24). Οὐχ ἥττον δὲ τούτων θαυμάσια τὰ φθονερὰ τῶν ἀφελούντων, οἷον ὁ γαλεώτης ὅταν φάρμακον. ὡσαύτως δ’ ἡ φώκη μετὰ τὸ τεκεῖν ἐμεῖ XXII (26). Ἡ νυκτερίς δὲ μόνον τῶν ὀρνέων ὀδόντας ἔχει καὶ μαστοὺς καὶ γάλα. φησὶν δὲ ὁ Ἀριστοτέλης καὶ φώκην καὶ φάλαιναν ἴσχειν γάλα. τούτων δὲ οὐχ ἧττον καταγράφει τερατώδες· ἐν Ἀμίμφ γάρ. φησιν ἀμελχθῆναι γάλα τράγου τοσοῦτον, ὥστε τροφαλίδας γενέσθαι. XXIII (27). Τῶν δὲ ἀλκυόνων οἱ ἄρσενες κηρύλοι καλοῦνται· ὅταν οὖν ὑπὸ τοῦ γήρως ἀσθενήσωσιν καὶ μηκέτι δύνωνται πέτεσθαι, φέρουσιν αὐτοὺς αἱ θῆλειαι ἐπὶ τῶν πτερῶν λαβοῦσαι. καὶ ἐστὶ τὸ ὑπὸ τοῦ Ἀλκμάνος λεγόμενον τούτῳ συμφκιωμένον· φησὶν γὰρ ἀσθενὴς ὢν διὰ τὸ γῆρας καὶ τοῖς χοροῖς οὐ δυνάμενος συμπεριφέρεσθαι οὐδὲ τῇ τῶν παρθένων ὀρχήσει· οὐ μ’ ἔτι, παρθενικαὶ μελιγάρουες, ἱερόφωνοι, γυνὰ φέρειν δύναται· βάλε δή, βάλε κηρύλος εἴην, ὃς τ’ ἐπὶ κύματος ἄνθος ἂμ’ ἀλκυόνεσσι ποτῆται νηδὲς ἧτορ ἔχων, ἀλιπόρφυρος εἵαρος ὄρνις. XXIII b (27 b). Ἄλλα καὶ περὶ τῶν κηρύλων, καὶ ἂ φησὶν Ἀντίγονος λεκτέον· γηράσαντας τοὺς ἄρσενας ἀλκυόνας αἱ θῆλειαι βαστάζουσι τοῖς πτεροῖς, ἐν δὲ τῇ συνουσίᾳ γηράσαντες οἱ ἄρρενες τελευτῶσι. Tzetzes ad Lycophron. Cass. 387.