Ancient Greek · ~1 min
Volume 2b,237,T
Appian of Alexandria, Testimonium 1
Not analysed yet
Appian. Hist. Rom. pr. 15: τίς δὲ ὢν ταῦτα συνέγραψα, πολλοὶ μὲν ἴσασι καὶ αὐτὸς προέφηνα, σαφέστερον δ' εἰπεῖν, Ἀππιανὸς Ἀλεξανδρεύς, ἐς τὰ πρῶτα ἥκων ἐν τῆι πατρίδι, καὶ δίκαις ἐν Ῥώμηι συναγορεύσας ἐπὶ τῶν βασιλέων, μέχρι με σφῶν ἐπιτροπεύειν ἠξίωσαν. καὶ εἴ τωι σπουδὴ καὶ τὰ λοιπὰ μαθεῖν, ἔστι μοι καὶ περὶ τούτου συγγραφή.