Ancient Greek
Fragment III
Appian of Alexandria, ἐκ τῆς Σικελῖκης καὶ νησιωτικής Fragment III
Not analysed yet
ὅτι Ἱπποκράτης καὶ Ἐπικύδης, ἀδελφὼ μὲν ἀλλήλων, στρατηγὼ δὲ Συρακοσίων, Ῥωμαίοις ἐκ πολλοῦ δυσχεραίνοντες, ἐπεὶ τὰς Συρακούσας οὐκ ἴσχυον ἐκπολεμῶσαι, κατέφυγον ἐς Λεοντίνους διαφερομένους τοῖς Συρακοσίοις, καὶ κατηγόρουν τῆς πατρίδος ὅτι τὰς σπονδὰς Ἱέρωνος ἐφʼ ὅλῃ Σικελίᾳ πεποιημένου μόνοι Συρακόσιοι σφίσιν αὐτοῖς ἀνακαινίσειαν. οἱ δὲ ἠρεθίζοντο. καὶ Συρακόσιοι μὲν ἐπεκήρυσσον, εἴ τις Ἱπποκράτους ἢ Ἐπικύδους κομίσειε τὴν κεφαλήν, ἰσόσταθμον αὐτῷ χρυσίον ἀντιδώσειν, Λεοντῖνοι δὲ αὑτῶν Ἱπποκράτη στρατηγὸν ᾑροῦντο. ὅτι Ἱπποκράτης καὶ Ἐπικύδης, ἀδελφὼ μὲν ἀλλήλων, στρατηγὼ δὲ Συρακοσίων, Ῥωμαίοις ἐκ πολλοῦ δυσχεραίνοντες, ἐπεὶ τὰς Συρακούσας οὐκ ἴσχυον ἐκπολεμῶσαι, κατέφυγον ἐς Λεοντίνους διαφερομένους τοῖς Συρακοσίοις, καὶ κατηγόρουν τῆς πατρίδος ὅτι τὰς σπονδὰς Ἱέρωνος ἐφʼ ὅλῃ Σικελίᾳ πεποιημένου μόνοι Συρακόσιοι σφίσιν αὐτοῖς ἀνακαινίσειαν. οἱ δὲ ἠρεθίζοντο. καὶ Συρακόσιοι μὲν ἐπεκήρυσσον, εἴ τις Ἱπποκράτους ἢ Ἐπικύδους κομίσειε τὴν κεφαλήν, ἰσόσταθμον αὐτῷ χρυσίον ἀντιδώσειν, Λεοντῖνοι δὲ αὑτῶν Ἱπποκράτη στρατηγὸν ᾑροῦντο.