Ancient Greek
Fragment V
Appian of Alexandria, ἐκ τῆς Κελτῖκης Fragment V
Not analysed yet
ὅτι Καιδίκιος γράμμα φέρων ἀπὸ τῆς βουλῆς περὶ τῆς ὑπάτου ἀρχῆς, παρεκάλει τὸν Κάμιλλον μηδὲν ἐν τῷ παρόντι μηνῖσαι τῇ πατρίδι τῆς ζημίας. ὁ δὲ ἐπισχὼν αὐτὸν ἔτι λέγοντα εἶπεν, οὐκ ἂν ηὐξάμην ἐπιποθῆσαί με Ῥωμαίους, εἰ τοιαύτην ἤλπισα τὴν ἐπιπόθησιν αὐτοῖς ἔσεσθαι. νῦν δὲ δικαιοτέραν εὐχὴν εὔχομαι, γενέσθαι τῇ πατρίδι χρήσιμος ἐς τοσοῦτον ἀγαθοῦ ἐς ὅσον κακοῦ περιελήλυθεν. ὅτι Καιδίκιος γράμμα φέρων ἀπὸ τῆς βουλῆς περὶ τῆς ὑπάτου ἀρχῆς, παρεκάλει τὸν Κάμιλλον μηδὲν ἐν τῷ παρόντι μηνῖσαι τῇ πατρίδι τῆς ζημίας. ὁ δὲ ἐπισχὼν αὐτὸν ἔτι λέγοντα εἶπεν, οὐκ ἂν ηὐξάμην ἐπιποθῆσαί με Ῥωμαίους, εἰ τοιαύτην ἤλπισα τὴν ἐπιπόθησιν αὐτοῖς ἔσεσθαι. νῦν δὲ δικαιοτέραν εὐχὴν εὔχομαι, γενέσθαι τῇ πατρίδι χρήσιμος ἐς τοσοῦτον ἀγαθοῦ ἐς ὅσον κακοῦ περιελήλυθεν.