Ancient Greek
Fragment XII
Appian of Alexandria, ἐκ τῆς Μακεδονικῆς Fragment XII
Not analysed yet
ὅτι μετὰ τὴν νίκην ὁ Περσεύς, εἴτʼ ἐπιγελῶν Κράσσῳ καὶ τωθάζων αὐτόν, εἴτʼ ἀποπειρώμενος ὅπως ἔτι φρονήματος ἔχοι, εἴτε τὴν Ῥωμαίων δύναμίν τε καὶ παρασκευὴν ὑφορώμενος, εἴθʼ ἑτέρῳ τῳ λογισμῷ, προσέπεμπεν αὐτῷ περὶ διαλλαγῶν, καὶ πολλὰ δώσειν ὑπισχνεῖτο ὧν ὁ πατὴρ Φίλιππος οὐ συνεχώρει· ᾧ καὶ μᾶλλον ὕποπτος ἦν ἐπιγελῶν καὶ πειρώμενος. ὁ δὲ Περσεῖ μὲν ἀπεκρίνατο Ῥωμαίων ἀξίας οὐκ εἶναι διαλύσεις αὐτῷ, εἰ μὴ καὶ Μακεδόνας καὶ ἑαυτὸν ἐπιτρέψειε Ῥωμαίοις· αἰδούμενος δʼ ὅτι Ῥωμαῖοι τῆς ἥττης κατῆρξαν, ἐκκλησίαν συναγαγὼν Θεσσαλοῖς μὲν ἐμαρτύρησεν ὡς ἀνδράσιν ἀγαθοῖς περὶ τὴν συμφορὰν γενομένοις, Αἰτωλῶν δὲ καὶ ἑτέρων Ἑλλήνων κατεψεύσατο ὡς πρώτων τραπέντων. καὶ τούτους ἐς Ῥώμην ἔπεμψεν. ὅτι μετὰ τὴν νίκην ὁ Περσεύς, εἴτʼ ἐπιγελῶν Κράσσῳ καὶ τωθάζων αὐτόν, εἴτʼ ἀποπειρώμενος ὅπως ἔτι φρονήματος ἔχοι, εἴτε τὴν Ῥωμαίων δύναμίν τε καὶ παρασκευὴν ὑφορώμενος, εἴθʼ ἑτέρῳ τῳ λογισμῷ, προσέπεμπεν αὐτῷ περὶ διαλλαγῶν, καὶ πολλὰ δώσειν ὑπισχνεῖτο ὧν ὁ πατὴρ Φίλιππος οὐ συνεχώρει· ᾧ καὶ μᾶλλον ὕποπτος ἦν ἐπιγελῶν καὶ πειρώμενος. ὁ δὲ Περσεῖ μὲν ἀπεκρίνατο Ῥωμαίων ἀξίας οὐκ εἶναι διαλύσεις αὐτῷ, εἰ μὴ καὶ Μακεδόνας καὶ ἑαυτὸν ἐπιτρέψειε Ῥωμαίοις· αἰδούμενος δʼ ὅτι Ῥωμαῖοι τῆς ἥττης κατῆρξαν, ἐκκλησίαν συναγαγὼν Θεσσαλοῖς μὲν ἐμαρτύρησεν ὡς ἀνδράσιν ἀγαθοῖς περὶ τὴν συμφορὰν γενομένοις, Αἰτωλῶν δὲ καὶ ἑτέρων Ἑλλήνων κατεψεύσατο ὡς πρώτων τραπέντων. καὶ τούτους ἐς Ῥώμην ἔπεμψεν.