Ancient Greek
Fragment XVII
Appian of Alexandria, ἐκ τῆς Μακεδονικῆς Fragment XVII
Not analysed yet
ὅτι Ῥόδιοι πρέσβεις ἐς Μάρκιον ἔπεμψαν, συνηδόμενοι τῶν γεγονότων [Περσεῖ]. ὁ δὲ Μάρκιος τοὺς πρέσβεις ἐδίδασκε Ῥοδίους πεῖσαι πέμψαντας ἐς Ῥώμην διαλῦσαι τὸν πόλεμον Ῥωμαίοις τε καὶ Περσεῖ. καὶ Ῥόδιοι πυθόμενοι μετέπιπτον ὡς οὐ φαύλως ἔχοντος τοῦ Περσέως· οὐ γὰρ εἴκαζον ἄνευ Ῥωμαίων ταῦτα Μάρκιον ἐπισκήπτειν. ὁ δʼ ἀφʼ ἑαυτοῦ καὶ τάδε καὶ ἕτερα πολλὰ διʼ ἀτολμίαν ἔπραττεν. Ῥόδιοι μὲν οὖν καὶ ὣς πρέσβεις ἔπεμπον ἐς Ῥώμην, καὶ ἑτέρους πρὸς Μάρκιον. ὅτι Ῥόδιοι πρέσβεις ἐς Μάρκιον ἔπεμψαν, συνηδόμενοι τῶν γεγονότων [Περσεῖ]. ὁ δὲ Μάρκιος τοὺς πρέσβεις ἐδίδασκε Ῥοδίους πεῖσαι πέμψαντας ἐς Ῥώμην διαλῦσαι τὸν πόλεμον Ῥωμαίοις τε καὶ Περσεῖ. καὶ Ῥόδιοι πυθόμενοι μετέπιπτον ὡς οὐ φαύλως ἔχοντος τοῦ Περσέως· οὐ γὰρ εἴκαζον ἄνευ Ῥωμαίων ταῦτα Μάρκιον ἐπισκήπτειν. ὁ δʼ ἀφʼ ἑαυτοῦ καὶ τάδε καὶ ἕτερα πολλὰ διʼ ἀτολμίαν ἔπραττεν. Ῥόδιοι μὲν οὖν καὶ ὣς πρέσβεις ἔπεμπον ἐς Ῥώμην, καὶ ἑτέρους πρὸς Μάρκιον.