Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0653.tlg001.perseus-grc2, lines 2.1-2.39
Aratus Astron. et Epic., Φαινόμενα 2.1-39
Not analysed yet
ἐκ Διὸς ἀρχώμεσθα, τὸν οὐδέποτʼ ἄνδρες ἐῶμεν
ἄρρητον· μεσταὶ δέ Διὸς πᾶσαι μὲν ἀγυιαί,
πᾶσαι δʼ ἀνθρώπων ἀγοραί, μεστὴ δὲ θάλασσα
καὶ λιμένες· πάντη δὲ Διὸς κεχρήμεθα πάντες.
τοῦ γάρ καὶ γένος εἰμέν· ὁ δʼ ἤπιος ἀνθρώποισιν
δεξιὰ σημαίνει, λαοὺς δʼ ἐπὶ ἔργον ἐγείρει,
μιμνῄσκων βιότοιο, λέγει δʼ ὅτε βῶλος ἀρίστη
βουσί τε καὶ μακέλῃσι, λέγει δʼ ὅτε δεξιαὶ ὧραι
καὶ φυτὰ γυρῶσαι καὶ σπέρματα πάντα βαλέσθαι.
αὐτὸς γὰρ τά γε σήματʼ ἐν οὐρανῷ ἐστήριξεν,
ἄστρα διακρίνας, ἐσκέψατο δʼ εἰς ἐνιαυτὸν
ἀστέρας οἵ κε μάλιστα τετυγμένα σημαίνοιεν
ἀνδράσιν ὡράων, ὄφρʼ ἔμπεδα πάντα φύωνται.
τῶ μιν ἀεὶ πρῶτόν τε καὶ ὕστατον ἱλάσκονται.
χαῖρε, πάτερ, μέγα θαῦμα, μέγʼ ἀνθρώποισιν ὄνειαρ,
αὐτὸς καὶ προτέρη γενεή. Χαίροιτε δὲ Μοῦσαι
μειλίχιαι μάλα πᾶσαι· ἐμοί γε μὲν ἀστέρας εἰπεῖν
ᾗ θέμις εὐχομένῳ τεκμήρατε πᾶσαν ἀοιδήν.
οἱ μὲν ὁμῶς πολέες τε καὶ ἄλλυδις ἄλλοι ἐόντες
οὐρανῷ ἕλκονται πάντʼ ἤματα συνεχὲς αἰεί·
αὐτὰρ ὅ γʼ οὐδʼ ὀλίγον μετανίσσεται, ἀλλὰ μάλʼ αὕτως
ἄξων αἰὲν ἄρηρεν, ἔχει δʼ ἀτάλαντον ἁπάντη
μεσσηγὺς γαῖαν, περὶ δʼ οὐρανὸν αὐτὸν ἀγινεῖ.
καί μιν πειραίνουσι δύω πόλοι ἀμφοτέρωθεν·
ἀλλʼ ὁ μὲν οὐκ ἐπίοπτος, ὁ δʼ ἀντίος ἐκ βορέαο
ὑψόθεν ὠκεανοῖο· δύω δέ μιν ἀμφὶς ἔχουσαι
Ἄρκτοι ἅμα τροχόωσι, τὸ δὴ καλέονται ἅμαξαι.
αἱ δʼ ἤτοι κεφαλὰς μὲν ἐπʼ ἰξύας αἰέν ἔχουσιν
ἀλλήλων, αἰεὶ δέ κατωμάδιαι φορέονται,
ἔμπαλιν εἰς ὤμους τετραμμέναι. εἰ ἐτεὸν δή,
Κρήτηθεν κεῖναί γε Διὸς μεγάλου ἰότητι
οὐρανὸν εἰσανέβησαν, ὅ μιν τότε κουρίζοντα
Δίκτῳ ἐν εὐώδει, ὄρεος σχεδὸν Ἰδαίοιο,
ἄντρῳ ἐγκατέθεντο καὶ ἔτρεφον εἰς ἐνιαυτόν,
Δικταῖοι Κούρητες ὅτε Κρόνον ἐψεύδοντο.
καὶ τὴν μὲν Κυνόσουραν ἐπίκλησιν καλέουσιν,
τὴν δʼ ἑτέρην Ἑλίκην. Ἑλίκῃ γε μὲν ἄνδρες Ἀχαιοὶ
εἰν ἁλὶ τεκμαίρονται ἵνα χρὴ νῆας ἀγινεῖν,
τῇ δʼ ἄρα Φοίνικες πίσυνοι περόωσι θάλασσαν.