Ancient Greek
Edition urn:cts:greekLit:tlg0653.tlg001.perseus-grc2, lines 2.40-2.79
Aratus Astron. et Epic., Φαινόμενα 2.40-79
Not analysed yet
ἀλλʼ ἡ μὲν καθαρὴ καὶ ἐπιφράσσασθαι ἑτοίμη
πολλὴ φαινομένη Ἑλίκη πρώτης ἀπὸ νυκτός·
ἡ δʼ ἑτέρη ὀλίγη μέν, ἀτὰρ ναύτῃσιν ἀρείων·
μειοτέρῃ γὰρ πᾶσα περιστρέφεται στροφάλιγγι·
τῇ καὶ Σιδόνιοι ἰθύντατα ναυτίλλονται.
τὰς δέ διʼ ἀμφοτέρας οἵη ποταμοῖο ἀπορρώξ
εἰλεῖται μέγα θαῦμα, δράκων, περί τʼ ἀμφί τʼ ἐαγώς
μυρίος· αἱ δʼ ἄρα οἱ σπείρης ἑκάτερθε φέρονται
ἄρκτοι, κυανέου πεφυλαγμέναι ὠκεανοῖο.
αὐτὰρ ὅ γʼ ἄλλην μὲν νεάτῃ ἐπιτείνεται οὐρῇ,
ἄλλην δέ σπείρῃ περιτέμνεται. ἡ μέν οἱ ἄκρη
οὐρὴ πὰρ κεφαλὴν Ἑλίκης ἀποπαύεται Ἄρκτου·
σπείρῃ δʼ ἐν Κυνόσουρα κάρη ἔχει· ἡ δέ κατʼ αὐτὴν
εἰλεῖται κεφαλὴν καί οἱ ποδὸς ἔρχεται ἄχρις,
ἐκ δʼ αὖτις παλίνορσος ἀνατρέχει. οὐ μέν ἐκείνῃ
οἰόθεν οὐδʼ οἶος κεφαλῇ ἐπιλάμπεται ἀστήρ,
ἀλλὰ δύο κροτάφοις, δύο δʼ ὄμμασιν· εἷς δʼ ὑπένερθεν
ἐσχατιὴν ἐπέχει γένυος δεινοῖο πελώρου.
λοξὸν δʼ ἐστὶ κάρη, νεύοντι δὲ πάμπαν ἔοικεν
ἄκρην εἰς Ἑλίκης οὐρήν· μάλα δʼ ἐστὶ κατʼ ἰθύ
καὶ στόμα καὶ κροτάφοιο τὰ δεξιὰ νειάτῳ οὐρῇ.
κείνη που κεφαλὴ τῇ νίσσεται, ἧχί περ ἄκραι
μίσγονται δύσιές τε καὶ ἀντολαὶ ἀλλήλῃσιν.
Τῇδʼ αὐτοῦ μογέοντι κυλίνδεται ἀνδρὶ ἐοικὸς
εἴδωλον. τὸ μέν οὔτις ἐπίσταται ἀμφαδὸν εἰπεῖν,
οὐδʼ ὅτινι κρέμαται κεῖνος πόνῳ, ἀλλά μιν αὕτως
ἐγγόνασιν καλέουσι. τὸ δʼ αὖτʼ ἐν γούνασι κάμνον
ὀκλάζοντι ἔοικεν· ἀπʼ ἀμφοτέρων δέ οἱ ὤμων
χεῖρες ἀείρονται· τάνυταί γε μέν ἄλλυδις ἄλλη
ὅσσον ἐς ὀργυιήν· μέσσῳ δʼ ἐφύπερθε καρήνῳ
δεξιτεροῦ ποδὸς ἄκρον ἔχει σκολιοῖο Δράκοντος.
αὐτοῦ κἀκεῖνος στέφανος, τὸν ἀγανὸς ἔθηκεν
σῆμʼ ἔμεναι Διόνυσος ἀποιχομένης Ἀριάδνης,
νώτῳ ὑποστρέφεται κεκμηότος Εἰδώλοιο.
νώτῳ μὲν Στέφανος πελάει, κεφαλῇ γε μὲν ἄκρῃ
σκέπτεο πὰρ κεφαλὴν Ὀφιούχεον, ἐκ δʼ ἄρʼ ἐκείνης
αὐτὸν ἐπιφράσσαιο φαεινόμενον Ὀφιοῦχον·
τοῖοί οἱ κεφαλῇ ὑποκείμενοι ἀγλαοὶ ὦμοι
εἴδονται· κεῖνοί γε καὶ ἂν διχόμηνι σελήνῃ
εἰσωποὶ τελέθοιεν· ἀτὰρ χέρες οὐ μάλα ἶσαι·