Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0653.tlg001.perseus-grc2, lines 2.123-2.164
Aratus Astron. et Epic., Φαινόμενα 2.123-164
Not analysed yet
"οἵην χρύσειοι πατέρες γενεὴν ἐλίποντο
χειροτέρην· ὑμεῖς δὲ κακώτερα τεξείεσθε.
καὶ δή που πόλεμοι, καὶ δὴ καὶ ἀνάρσιον αἷμα
ἔσσεται ἀνθρώποισι, κακὸν δʼ ἐπικείσεται ἄλγος."
ὣς εἰποῦσʼ ὀρέων ἐπεμαίετο, τοὺς δʼ ἄρα λαοὺς
εἰς αὐτὴν ἔτι πάντας ἐλίμπανε παπταίνοντας.
ἀλλʼ ὅτε δὴ κἀκεῖνοι ἐτέθνασαν, οἱ δʼ ἐγένοντο,
χαλκείη γενεή, προτέρων ὀλοώτεροι ἄνδρες,
οἳ πρῶτοι κακόεργον ἐχαλκεύσαντο μάχαιραν
εἰνοδίην, πρῶτοι δὲ βοῶν ἐπάσαντʼ ἀροτήρων,
καὶ τότε μισήσασα Δίκη κείνων γένος ἀνδρῶν
ἔπταθʼ ὑπουρανίη· ταύτην δʼ ἄρα νάσσατο χώρην,
ἧχί περ ἐννυχίη ἔτι φαίνεται ἀνθρώποισιν
παρθένος, ἐγγὺς ἐοῦσα πολυσκέπτοιο Βοώτεω.
τῆς ὑπὲρ ἀμφοτέρων ὤμων εἱλίσσεται ἀστὴρ
[δεξιτερῇ πτέρυγι· Προτρυγητὴρ δʼ αὖτε καλεῖται·]
τόσσος μὲν μεγέθει, τοίῃ δʼ ἐγκείμενος αἴγλῃ,
οἷος καὶ μεγάλης οὐρὴν ὑποφαίνεται Ἄρκτου.
δεινὴ γὰρ κείνη, δεινοὶ δέ οἱ ἐγγύθεν εἰσὶν
ἀστέρες· οὐκ ἂν τούς γε ἰδὼν ἐπιτεκμήραιο
[οἵ μιν πᾶσαν ὄπισθεν ἑλισσόμενοι τυπόωσιν,]
οἷός οἱ πρὸ ποδῶν φέρεται καλός τε μέγας τε
εἷς μὲυ ὑπωμαίων, εἷς δʼ ἰξυόθεν κατιόντων,
ἄλλος δʼ οὐραίοις ὑπὸ γούνασιν· ἀλλʼ ἄρα πάντες
ἁπλόοι ἄλλοθεν ἄλλος ἀνωνυμίῃ φορέονται.
Κραιὶ δέ οἱ Δίδυμοι, μέσσῃ δʼ ὕπο κάρκινος ἐστίν·
ποσσὶ δʼ ὀπισθοτέροισι λέων ὕπο καλὰ φαείνει.
ἔνθα μὲν ἠελίοιο θερείταταί εἰσι κέλευθοι·
αἱ δέ που ἀσταχύων κενεαὶ φαίνονται ἄρουραι
ἠελίου τὰ πρῶτα συνερχομένοιο Λέοντι.
τῆμος καὶ κελάδοντες ἐτησίαι εὐρέϊ πόντῳ
ἀθρόοι ἐμπίπτουσιν, ὁ δὲ πλόος οὐκέτι κώπαις
ὥριος. εὐρεῖαί μοι ἀρέσκοιεν τότε νῆες,
εἰς ἄνεμον δὲ τὰ πηδὰ κυβερνητῆρες ἔχοιεν.
εἰ δέ τοι ἡνίοχον τε καὶ ἀστέρας Ἡνιόχοιο
σκέπτεσθαι δοκέει, καί τοι φάτις ἤλυθεν αἰγός
αὐτῆς ἠδʼ Ἐρίφων, οἵ τʼ εἰν ἁλὶ πορφυρούσῃ
πολλάκις ἐσκέψαντο κεδαιομένους ἀνθρώπους,
αὐτὸν μέν μιν ἅπαντα μέγαν Διδύμων ἐπὶ λαιὰ
κεκλιμένον δήεις· Ἑλίκης δέ οἱ ἄκρα κάρηνα
ἀντία δινεύει. σκαιῷ δʼ ἐπελήλαται ὤμῳ
αἲξ ἱερή, τὴν μέν τε λόγος Διὶ μαζὸν ἐπτσχεῖν,
Ὠλενίην δέ μιν Αἶγα Διὸς καλέουσʼ ὑποφῆται.