Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0653.tlg001.perseus-grc2, lines 2.80-2.122
Aratus Astron. et Epic., Φαινόμενα 2.80-122
Not analysed yet
λεπτὴ γὰρ καὶ τῇ καὶ τῇ ἐπιδέδρομεν αἴγλη.
ἀλλʼ ἔμπης κἀκεῖναι ἐπόψιαι· οὐ γὰρ ἐλαφραί·
ἀμφότεραι δʼ Ὄφιος πεπονήαται, ὅς ῥά τε μέσσον
δινεύει Ὀφιοῦχον· ὁ δʼ ἐμμενές εὖ ἐπαρηρὼς
ποσσὶν ἐπιθλίβει μέγα θηρίον ἀμφοτέροισιν,
σκορπίον, ὀφθαλμῷ τε καὶ ἐν θώρηκι βεβηκὼς
ὀρθός. ἀτάρ οἱ ὄφις γε δύω στρέφεται μετὰ χερσίν,
δεξιτερῇ ὀλίγος, σκαιῇ γε μὲν ὑψόθι πολλός.
καὶ δή οἱ Στεφάνῳ παρακέκλιται ἄκρα γένεια,
νειόθι δὲ σπείρης μεγάλας ἐπιμαίεο χηλάς.
ἀλλʼ αἱ μέν φαέων ἐπιδευέες, οὐδὲν ἀγαυαί.
ἐξόπιθεν δʼ Ἑλίκης φέρεται ἐλάοντι ἐοικὼς
Ἀρκτοφύλαξ, τόν ῥʼ ἄνδρες ἐπικλείουσι βοώτην,
οὕνεχʼ ἁμαξαίης ἐπαφώμενος εἴδεται Ἄρκτου.
καὶ μάλα πᾶς ἀρίδηλος· ὑπὸ ζώνῃ δέ οἱ αὐτὸς
ἐξ ἄλλων Ἀρκτοῦρος ἑλίσσεται ἀμφαδὸν ἀστήρ.
ἀμφοτέροισι δὲ ποσσὶν ὕπο σκέπτοιο Βοώτεω
παρθένον, ἥ ῥʼ ἐν χερσὶ φέρει Στάχυν αἰγλήεντα.
εἴτʼ οὖν Ἀστραίου κείνη γένος, ὅν ῥά τέ φασιν
ἄστρων ἀρχαῖον πατέρʼ ἔμμεναι, εἴτε τευ ἄλλου,
εὔκηλος φορέοιτο· λόγος γε μὲν ἐντρέχει ἄλλος
ἀνθρώποις, ὡς δῆθεν ἐπιχθονίη πάρος ἦεν,
ἤρχετο δʼ ἀνθρώπων κατεναντίη, οὐδέ ποτʼ ἀνδρῶν
οὐδέ ποτʼ ἀρχαίων ἠνήνατο φῦλα γυναικῶν,
ἀλλʼ ἀναμὶξ ἐκάθητο, καὶ ἀθανάτη περ ἐοῦσα.
καί ἑ Δίκην καλέεσκον· ἀγειρομένη δὲ γέροντας,
ἠέ που εἰν ἀγορῇ ἢ εὐρυχόρῳ ἐν ἀγυιῇ,
δημοτέρας ἤειδεν ἐπισπέρχουσα θέμιστας.
οὔπω λευγαλέου τότε νείκεος ἠπίσταντο
οὐδέ διακρίσιος πολυμεμφέος οὐδέ κυδοιμοῦ,
αὕτως δʼ ἔζωον· χαλεπὴ δʼ ἀπέκειτο θάλασσα,
καὶ βίον οὔπω νῆες ἀπόπροθεν ἠγίνεσκον,
ἀλλὰ βόες καὶ ἄροτρα καὶ αὐτή, πότνια λαῶν,
μυρία πάντα παρεῖχε Δίκη, δώτειρα δικαίων.
τόφρʼ ἦν, ὄφρʼ ἔτι γαῖα γένος χρύσειον ἔφερβεν.
ἀργυρέῳ δʼ ὀλίγη τε καὶ οὐκέτι πάμπαν ἑτοίμη
ὡμίλει, ποθέουσα παλαιῶν ἤθεα λαῶν.
ἀλλʼ ἔμπης ἔτι κεῖνο κατʼ ἀργύρεον γένος ἦεν·
ἤρχετο δʼ ἐξ ὀρέων ὑποδείελος ἠχηέντων
μουνάξ, οὐδέ τεῳ ἐπεμίσγετο μειλιχίοισιν·
ἀλλʼ ὁπότʼ ἀνθρώπων μεγάλας πλήσαιτο κολώνας,
ἠπείλει δὴ ἔπειτα καθαπτομένη κακότητος,
οὐδʼ ἔτʼ ἔφη εἰσωπὸς ἐλεύσεσθαι καλέουσιν·