Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0653.tlg001.perseus-grc2, lines 2.208-2.247
Aratus Astron. et Epic., Φαινόμενα 2.208-247
Not analysed yet
οἱ δʼ ἄρʼ ἔτι τρεῖς ἄλλοι ἐπὶ πλευράς τε καὶ ὤμους
ἵππου δεικανόωσι διασταδὸν ἶσα πέλεθρα,
καλοὶ καὶ μεγάλοι· κεφαλὴ δέ οἱ οὐδὲν ὁμοίη,
οὐδʼ αὐχὴν δολιχός περ ἐών. ἀτὰρ ἔσχατος ἀστὴρ
αἰθομένης γένυος καί κεν προτέροις ἐρίσειεν
τέτρασιν, οἵ μιν ἔχουσι περίσκεπτοι μάλʼ ἐόντες.
οὐδʼ ὅ γε τετράπος ἐστἰν· ἀπʼ ὀμφαλίοιο γὰρ ἄκρου
μεσσόθεν ἡμιτελὴς περιτέλλεται ἱερὸς Ἵππος.
κεῖνον δὴ καί φασι καθʼ ὑψηλοῦ Ἑλικῶνος
καλὸν ὕδωρ ἀγαγεῖν εὐαλδέος Ἱππουκρήνης.
οὐ γάρ πω Ἑλικὼν ἄκρος κατελείβετο πηγαῖς,
ἀλλʼ Ἵππος μιν ἔτυψε· τὸ δʼ ἀθρόον αὐτόθεν ὕδωρ
ἐξέχυτο πληγῇ προτέρου ποδός· οἱ δὲ νομῆες
πρῶτοι κεῖνο ποτὸν διεφήμισαν Ἱππουκρήνην.
ἀλλὰ τὸ μὲν πέτρης ἀπολείβεται, οὐδέ ποτʼ αὐτὸ
Θεσπιέων ἀνδρῶν ἐκὰς ὄψεαι· αὐτὰρ ὁ Ἵππος
ἐν Διὸς εἰλεῖται καί τοι πάρα θηήσασθαι.
αὐτοῦ καὶ Κριοῖο θοώταταί εἰσι κέλευθοι,
ὅς ῥά τε καὶ μήκιστα διωκόμενος περὶ κύκλα
οὐδὲν ἀφαυρότερον τροχάει Κυνοσουρίδος Ἄρκτου,
αὐτὸς μὲν νωθὴς καὶ ἀνάστερος οἷα σελήνῃ
σκέψασθαι, ζώνῃ δʼ ἂν ὅμως ἐπιτεκμήραιο
Ἀνδρομέδης· ὀλίγον γὰρ ὑπʼ αὐτὴν ἐστήρικται.
μεσσόθι δὲ τρίβει μέγαν οὐρανόν, ἧχί περ ἄκραι
χηλαὶ καὶ ζώνη περιτέλλεται Ὠρίωνος.
ἔστι δέ τοι καὶ ἔτʼ ἄλλο τετυγμένον ἐγγύθι σῆμα
νειόθεν Ἀνδρομέδης, τὸ δʼ ἐπὶ τρισὶν ἐστάθμηται
Δελτωτόν πλευρῇσιν, ἰσαιομένῃσιν ἐοικὸς
ἀμφοτέρῃς· ἡ δʼ οὔτι τόση, μάλα δʼ ἐστὶν ἑτοίμη
εὑρέσθαι· περὶ γὰρ πολέων εὐάστερός ἐστιν.
τῶν ὀλίγον Κριοῦ νοτιώτεροι ἀστέρες εἰσίν.
οἱ δʼ ἄρʼ ἔτι προτέρω, ἔτι δʼ ἐν προμολῇσι νότοιο,
ἰχθύες. ἀλλʼ αἰεὶ ἕτερος προφερέστερος ἄλλου,
καὶ μᾶλλον βορέαο νέον κατιόντος ἀκούει.
ἀμφοτέρων δέ σφεων ἀποτείνεται ἠΰτε δεσμὰ
οὐραίων ἑκάτερθεν ἐπισχερὼ εἰς ἓν ἰόντων.
καὶ τὰ μὲν εἷς ἀστὴρ ἐπέχει καλός τε μέγας τε,
ὅν ῥά τε καὶ σύνδεσμον ὑπούραιον καλέουσιν.
Ἀνδρομέδης δέ τοι ὦμος ἀριστερὸς Ἰχθύος ἔστω
σῆμα βορειοτέρου· μάλα γάρ νύ οἱ ἐγγύθεν ἐστίν.