Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0653.tlg001.perseus-grc2, lines 2.248-2.289
Aratus Astron. et Epic., Φαινόμενα 2.248-289
Not analysed yet
ἀμφότεροι δὲ πόδες γαμβροῦ ἐπισημαίνοιεν
Περσέος, οἵ ῥά οἱ αἰὲν ἐπωμάδιοι φορέονται.
αὐτάρ ὅ γʼ ἐν βορέω φέρεται περιμήκετος ἄλλων.
καί οἱ δεξιτερὴ μὲν ἐπὶ κλισμὸν τετάνυσται
πενθερίου δίφροιο· τὰ δʼ ἐν ποσὶν οἷα διώκων
ἴχνια μηκύνει κεκονιμένος ἐν Διὶ πατρί.
ἄγχι δέ οἱ σκαιῆς ἐπιγουνίδος ἤλιθα πᾶσαι
Πληϊάδες φορέονται. ὁ δʼ οὐ μάλα πολλὸς ἁπάσας
χῶρος ἔχει, καὶ δʼ αὐταὶ ἐπισκέψασθαι ἀφαυραί.
ἑπτάποροι δὴ ταί γε μετʼ ἀνθρώπους ὑδέονται,
ἓξ οἶαί περ ἐοῦσαι ἐπόψιαι ὀφθαλμοῖσιν.
οὐ μέν πως ἀπόλωλεν ἀπευθὴς ἐκ Διὸς ἀστήρ,
ἐξ αὗ καὶ γενεῆθεν ἀκούομεν, ἀλλὰ μάλʼ αὕτως
εἴρεται. ἑπτὰ δʼ ἐκεῖναι ἐπιρρήδην καλέονται
Ἀλκυόνη Μερόπη τε Κελαινώ τʼ Ἠλέκτρη τε
καὶ Στερόπη καὶ Τηϋγέτη καὶ πότνια Μαῖα.
αἱ μὲν ὁμῶς ὀλίγαι καὶ ἀφεγγέες, ἀλλʼ ὀνομασταὶ
ἦρι καὶ ἑσπέριαι, Ζεὺς δʼ αἴτιος, εἱλίσσονται,
ὅ σφισι καὶ θέρεος καὶ χείματος ἀρχομένοιο
σημαίνειν ἐκέλευσεν ἐπερχομένου τʼ ἀρότοιο.
καὶ χέλυς, ἥτʼ ὀλίγη· τὴν δʼ ἆρʼ ἔτι καὶ παρὰ λίκνῳ
Ἑρμείης ἐτόρησε, λύρην δέ μιν εἶπε λέγεσθαι.
κὰδ δʼ ἔθετο προπάροιθεν ἀπευθέος Εἰδώλοιο
οὐρανὸν εἰσαγαγών. τὸ δʼ ἐπὶ σκελέεσσι πέτηλον
γούνατί οἱ σκαιῷ πελάει· κεφαλή γε μὲν ἄκρη
ἀντιπέρην Ὄρνιθος ἑλίσσεται· ἡ δὲ μεσηγὺ
ὀρνιθέης κεφαλῆς καὶ γούνατος ἐστήρικται.
ἦτοι γὰρ καὶ Ζηνὶ παρατρέχει αἰόλος ὄρνις.
ἀλλʼ ὁ μὲν ἠερόεις, τὰ δέ οἱ ἔπι τετρήχυνται
ἀστράσιν οὔτι λίην μεγάλοις, ἀτὰρ οὐ μὲν ἀφαυροῖς.
αὐτὰρ ὅ γʼ εὐδιόωντι ποτὴν ὄρνιθι ἐοικὼς
οὔριος εἰς ἑτέρην φέρεται, κατὰ δεξιὰ χειρὸς
Κηφείης ταρσοῖο τὰ δεξιὰ πείρατα τείνων,
λαιῇ δὲ πτέρυγι σκαρθμὸς παρακέκλιται Ἵππου.
τὸν δὲ μετασκαίροντα δύʼ Ἰχθύες ἀμφινέμονται
ἵππον· πὰρ δʼ ἄρα οἱ κεφαλῇ χεὶρ Ὑδροχόοιο
δεξιτερὴ τετάνυσθʼ· ὁ δʼ ὀπίστερος Αἰγοκερῆος
τέλλεται. αὐτὰρ ὅ γε πρότερος καὶ νειόθι μᾶλλον
κέκλιται αἰγόκερως, ἵνα τε τρέπετʼ ἠελίου ἴς.
μὴ κείνῳ ἐνὶ μηνὶ περικλύζοιο θαλάσσῃ
πεπταμένῳ πελάγει κεχρημένος. οὔτε κεν ἠοῖ
πολλὴν πειρήνειας, ἐπεὶ ταχινώταταί εἰσιν·